Milone e Titormo -Eliano versione greco mondo greco

MILONE E TITORMO
VERSIONE DI GRECO di Eliano

Τιτορμω φασι τω βουκολω απαντησαι τον Κροτωνιατην Μιλωνα, μεγαλοφρονουντα δια την ρωμην του σωματος.

Θεασαμενος ουν μεγαν τον Τιτορμον, εβουλετο αυτου της ισχυος πειραν ποιεισθαι. Ο δε Τιτορμος ελεγε μηδεν μεγα ισχυειν, καταβας δε εις τον Ευηνον ποταμον και θοιματιον αποδυς λιθον λαμβανει μεγιστον, και πρωτον μεν ελκει αυτον προς εαυτον, ειτα απωθει, και δις και τρις τουτο εποιησε, και μετα ταυτα αυτον ηρεν εως εις τα γονατα, και τελος αραμενος επι των ωμων εφερεν οσον επ' οργυιας οκτω και ερριψεν ο δε Κροτωνιατης Μιλων μολις τον λιθον εκινησεν.

Ειτα Τιτορμος επι την αγελην ερχεται, και στας εν μεσω τον μεγιστον ταυρον αγριον οντα λαμβανει του ποδος· και ο μεν αποδραναι εσπευδεν, αλλ' ουκ εδυνατο.

Παριοντα δε ετερον τη ετερα χειρι συναρπασας του ποδος ομοιως ειχε. Θεασαμενος δε ταυτα, ο Μιλων εις τον ουρανον τας χειρας τεινας εφατο· «Τω Ζευ, μη τουτον Ηρακλη ημιν ετερον εσπειρας; ». Εντευθεν ρηθηναι λεγουσι την παροιμιαν Αλλος ουτος Ηρακλης.

VERSIONE GRECO MONDO GRECO

release check: 2020-08-25 00:58:30 - flow version _RPTC_G1.1