Nessuno dei barbari fu empio

Chi sono i veri barbari?

Καὶ τίς οὐκ ἂν ἐπῄνεσε τὴν τῶν βαρβάρων σοφίαν; εἴ γε μηδεὶς αὐτῶν ἐς ἀθεότητα ἐξέπεσε, μηδὲ ἀμφιβάλλουσι περὶ θεῶν ἆρά γέ εἰσιν ἢ οὔκ εἰσιν, καὶ ἆρά γε ἡμῶν φροντίζουσιν ἢ οὔ.

οὐδεὶς γοῦν ἔννοιαν ἔλαβε τοιαύτην, οἵαν Εὐήμερος ὁ Μεσσήνιος ἢ Διογένης ὁ Φρὺξ ἢ Ἵππων ἢ Διαγόρας ἢ Σωσίας ἢ Ἐπίκουρος οὔτε Ἰνδὸς οὔτε Κελτὸς οὔτε Αἰγύπτιος. λέγουσι δὲ τῶν βαρβάρων οἱ προειρημένοι καὶ εἶναι θεοὺς καὶ προνοεῖν ἡμῶν καὶ προσημαίνειν τὰ μέλλοντα καὶ διὰ ὀρνίθων καὶ διὰ συμβόλων καὶ διὰ σπλάγχνων καὶ δι᾽ ἄλλων τινῶν μαθημάτων τε καὶ διδαγμάτων· ἅπερ οὖν ἐστι τοῖς ἀνθρώποις διδασκαλικὰ ἐκ τῆς παρὰ τῶν θεῶν ἐς αὐτοὺς προνοίας.

καὶ δι᾽ ὀνείρων δὲ λέγουσι καὶ δι᾽ αὐτῶν τῶν ἀστέρων πολλὰ προδηλοῦσθαι. καὶ ὑπὲρ τούτων ἰσχυρὰν ἔχοντες τὴν πίστιν θύουσί τε καθαρῶς καὶ ἁγνεύουσιν ὁσίως, καὶ τελετὰς τελοῦσι καὶ ὀργίων φυλάττουσι νόμον, καὶ τὰ ἄλλα πράττουσιν, ἐξ ὧν ὅτι τοὺς θεοὺς ἰσχυρῶς καὶ σέβουσι καὶ τιμῶσιν ὡμολόγηται.

Chi non esalterà la sapienza dei barbari? In vero nessuno fra di loro non cadde mai nell'empietà, ne arrivò a dubitare se esistano gli dei e se si prendono cura di noi.

Tale parere non lo ebbero mai né Indiani, ne Celti, né Egiziani.

come l'hanno avuto Evimero Messendio o Diogene frigio o Ippone o Diagora o Sosia o Epicuro. ...(continua)

release check: 2020-07-14 07:23:01 - flow version _EXTP_H1