Un gesto semplice di devozione ripagato con grande generosità

Λόγος οὖν καὶ Περσικός. φασὶν ἄνδρα Πέρσην, ᾧ ὄνομα ἦν Σιναίτης, πόρρω τῆς ἐπαύλεως τῆς ἑαυτοῦ ἐντυχεῖν Ἀρταξέρξῃ τῷ ἐπικαλουμένῳ Μνήμονι.

ἀποληφθέντα οὖν θορυβηθῆναι δέει τοῦ νόμου καὶ αἰδοῖ τοῦ βασιλέως οὐκ ἔχων δὲ ὅ τι χρήσαιτο τῷ παρόντι, ἡττηθῆναι τῶν ἄλλων Περσῶν μὴ φέρων μηδὲ ἄτιμος δόξαι τῷ μὴ δωροφορῆσαι βασιλέα, ἄλλ᾿ οὗτός γε πρὸς τὸν ποταμὸν τὸν πλησίον παραρρέοντα, ᾧ Κῦρός ἐστιν ὄνομα, ἐλθὼν σὺν σπουδῇ καὶ ᾗ ποδῶν εἶχε [μάλιστα], ἐπικύψας ἀμφοτέραις ταῖς χερσὶν ἀρυσάμενος τοῦ ὕδατος «βασιλεῦ» φησιν «Ἀρταξέρξη, δι᾿ αἰῶνος βασιλεύοις. νῦν μὲν οὖν σε ὅπῃ τε καὶ ὅπως ἔχω τιμῶ, ὡς ἂν μὴ ἀγέραστος τὸ γοῦν ἐμὸν καὶ τὸ κατ᾿ ἐμὲ παρέλθῃς, τιμῶ δέ σε Κύρου ποταμοῦ ὕδατι· ἐπὶ τούτοις ὁ Ἀρταξέρξης ἥσθη καὶ «δέχομαι ἡδέως» φησὶν «ἄνθρωπε, τὸ δῶρον καὶ τιμῶμαί γε αὐτὸ τῶν πάνυ πολυτελῶν καὶ ἰσοστάσιον ἐκείνοις λέγω· πρῶτον μέν, ὅτι ὕδωρ ἐστὶ τὸ πάντων ἄριστον, δεύτερον δέ, ὅτι Κύρου ὄνομα ἐν ἑαυτῷ φέρει. καὶ σὺ δέ μοι καταλύοντι ἐν τῷ σταθμῷ πάντως ἐπιφάνηθι.» ταῦτα εἰπὼν προσέταξε τοὺς εὐνούχους λαβεῖν τὸ ἐξ αὐτοῦ δῶρον· οἱ δὲ τὴν ταχίστην προσδραμόντες εἰς χρυσῆν φιάλην ἐδέξαντο ἐκ τῶν χειρῶν αὐτοῦ τὸ ὕδωρ ἐλθὼν δὲ ἔνθα κατέλυεν ὁ βασιλεὺς ἔπεμψε τῷ ἀνδρὶ τῷ Πέρσῃ στολὴν Περσικὴν καὶ φιάλην χρυσῆν καὶ χιλίους δαρεικούς, καὶ προσέταξε τὸν κομίζοντα αὐτὰ εἰπεῖν τῷ λαμβανόντι· «κελεύει σε βασιλεὺς ἐκ μὲν τούτου τοῦ χρυσίου εὐφραίνειν τὴν σεαυτοῦ ψυχήν, ἐπεὶ καὶ σὺ τὴν ἐκείνου εὔφρανας, μὴ αὐτὴν ἀγέραστον μηδὲ ἄτιμον ἐάσας, ἀλλ᾿ ὡς ἤδη ἐχώρει ταύτῃ τιμήσας. βούλεται δέ σε καὶ τῇ φιάλῃ ταύτῃ ἀρυόμενον πίνειν ἐξ ἐκείνου τοῦ ὕδατος.»

release check: 2020-07-14 07:22:43 - flow version _EXTP_H1