Un giovane pieno di senno e umanità

Πτολεμαῖος ὁ βασιλεὺς ἐρώμενον εἶχε Γαλέστην ὄνομα, ἰδεῖν κάλλιστον.

ἀμείνων δὲ ἦν ἄρα τούτῳ τῷ μειρακίῳ ἡ γνώμη τῆς μορφῆς. πολλάκις γοῦν αὐτῷ καὶ ὁ Πτολεμαῖος ἐμαρτύρει καὶ ἔλεγεν· «ὦ ἀγαθὴ κεφαλή, κακοῦ μὲν οὐδεπώποτε οὐδενὶ γέγονας αἴτιος, πολλοῖς δὲ καὶ πολλὰ ἀγαθὰ προὐξένησας.» ὁ μὲν ἵππευε σὺν τῷ βασιλεῖ τὸ μειράκιον· ἰδὼν δὲ πόρρωθεν ἀγομένους τινὰς ἐπὶ θανάτῳ, οὐ ῥᾳθύμως εἶδεν, ἀλλ᾿ ἔφη πρὸς τὸν Πτολεμαῖον· «ὦ βασιλεῦ, ἐπεὶ κατά τινα δαίμονα τῶν ἀγομένων ἀγαθὸν ἐπὶ ἵππων ἐτύχομεν ὄντες, φέρε, εἴ σοι δοκεῖ, τὴν ἔλασιν ἐπιτείναντες καὶ συντονώτερον ἐπιδιώξαντες Διόσκοροι τοῖς δειλαίοις γενώμεθα, ‹σωτῆρες ἔνθα κἀγαθοὶ παραστάται›», τοῦτο δὴ τὸ λεγόμενον ἐπὶ τῶν θεῶν τούτων.

ὁ δὲ ὑπερησθεὶς αὐτοῦ τῇ χρηστότητι καὶ τὸ φιλοίκτιρμον ὑπερφιλήσας, καὶ ἐκείνους ἔσωσε καὶ ἐπὶ πλέον προσέθηκε τῷ φίλτρῳ τοῦ κατ᾿ αὐτὸν ἔρωτος.

da Eliano, Storia Varia libro 1

release check: 2020-07-14 07:23:01 - flow version _EXTP_H1