Una profezia dei magi

Ἡ τῶν ἐν Πέρσαις μάγων σοφία τά τε ἄλλα οἶδεν ὁπόσα αὐτοῖς εἰδέναι θέμις καὶ οὖν καὶ μαντεύεσθαι. οἵπερ οὖν καὶ προεῖπον τὴν τοῦ Ὤχου περὶ τοὺς ὑπηκόους ἀγριότητα καὶ τὸ φονικὸν αὐτοῦ, διά τινων ἀπορρήτων συμβόλων καταγνόντες τοῦτο. ὅτε γὰρ Ἀρταξέρξου τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος εἰς τὴν βασιλείαν τῶν Περσῶν ὁ Ὦχος παρῆλθεν, οἱ μάγοι προσέταξαν τῶν εὐνούχων τινὶ τῶν πλησίον παρεστώτων φυλάξαι τὸν Ὦχον τῆς τραπέζης παρατεθείσης τίνι πρῶτον τῶν παρακειμένων ἐπιχειρεῖ. καὶ ὁ μὲν εἱστήκει τηρῶν τοῦτο, ὁ δὲ Ὦχος τὰς χεῖρας ἐκτείνας τῇ μὲν δεξιᾷ τῶν μαχαιρίων τῶν παρακειμένων ἓν ἔλαβε, τῇ δὲ ἑτέρᾳ τὸν μέγιστον τῶν ἄρτων προσειλκύσατο, καὶ ἐπιθεὶς ἐπ᾿ αὐτὸν τῶν κρεῶν, εἶτα τέμνων ἤσθιεν ἀφειδῶς. ἅπερ ἀκούσαντες οἱ μάγοι δύο ταῦτα ἐμαντεύσαντο, εὐετηρίαν τὴν ἐξ ὡρῶν καὶ εὐφορίαν τὴν παρὰ τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον καὶ πολλοὺς φόνους. καὶ οὐ διεψεύσαντο.

La sapienza dei Magi in Persia conosciute le altre cose, quanto numerose potevano conoscere gli oracoli, realmente, le indovinavano.

Predissero senza dubbio la crudeltà di Oco verso i propri sudditi e l'indole sua sanguinaria, avendo ciò conosciuto da certi lor segni arcani;

...(continua)

release check: 2020-07-14 07:23:02 - flow version _EXTP_H1