Consigli a un giovane - Isocrate versione greco gymnasion

Ταδε εστι τα προσταγματα, ω νεανια, οις αναγκαιον εστι σε εφεπεσθαι, ει βουλει εις αρετην μεν αφικνεισθαι, μεγιστης δε τιμης και δοξης παρα πασιν ανθρωποις επιτυγχανειν.

Πρωτον μεν ευσεβει τα προς τους θεους, μη μονον θυων, αλλα και τοις ορκοις εμμενων εκεινο μεν γαρ της των χρηματων ευποριας σημειον εστι, τουτο δε της των τροπων καλοκαγαθιας τεκμηριον. Τιμα το δαιμονιον αει μεν, μαλιστα δε μετα της πολεως ουτω γαρ δοκεις αμα τε τοις θεοις θυειν και τοις νομοις εμμενειν.

Ασκει των περι το σωμα γυμνασιων μη τα προς την ρωμην, αλλα προς την υγιειαν. Μητε γελωτα προπετη στεργε, μητε λογον μετα θρασους αποδεχου· το μεν γαρ ανοητον, το δε μανικον.

Α ποιειν αισχρον, ταυτα νομιζε μηδε λεγειν ειναι καλον. Εθιζε σεαυτον ειναι μη σκυθρωπον, αλλα συννουν δι εκεινο μεν γαρ αυθαδης, δια δε τουτο φρονιμος ειναι δοκεις. Φοβου μη τοις αγαθοις κακος, τοις δε κακοις ωφελιμος φαινη. Ηγου μαλιστα σεαυτω πρεπειν κοσμον, αισχυνην, δικαιοσυνην, σωφροσυνην τουτοις γαρ απασι δοκει κοσμεισθαι το των νεωτερων ηθος.

Copyright © 2007-2018 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2018 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2018-11-07 16:38:57