Pirro scende in campo contro Roma - Pausania versione greco Erga emeron

Pirro scende in campo contro Roma
versione greco Pausania traduzione libro
erga emeron pagina 105 numero 71

Πύρρος ἐστὶν ὁ πρῶτος ἐκ τῆς Ἑλλάδος τῆς πέραν Ἰονίου διαβὰς ἐπὶ ῾Ρωμαίους.

Διέβη δὲ καὶ οὗτος ἐπαγαγομένων Ταραντίνων. Τούτοις γὰρ πρότερον ἔτι πρὸς ῾Ρωμαίους συνειστήκει πόλεμος· ἀδύνατοι δὲ κατὰ σφᾶς ὄντες ἀντισχεῖν, προϋπαρχούσης μὲν ἐς αὐτὸν εὐεργεσίας, ὅτι οἱ πολεμοῦντι τὸν πρὸς Κόρκυραν πόλεμον ναυσὶ συνήραντο, μάλιστα δὲ οἱ πρέσβεις τῶν Ταραντίνων ἀνέπεισαν τὸν Πύρρον, τήν τε Ἰταλίαν διδάσκοντες, ὡς εὐδαιμονίας ἕνεκα ἀντὶ πάσης εἴη τῆς Ἑλλάδος, καὶ ὡς οὐχ ὅσιον αὐτῷ παραπέμψαι σφᾶς φίλους τε καὶ ἱκέτας ἐν τῷ παρόντι ἥκοντας. Ταῦτα λεγόντων τῶν πρέσβεων, μνήμη τὸν Πύρρον τῆς ἁλώσεως ἐσῆλθε τῆς Ἰλίου, καί οἱ κατὰ ταὐτὰ ἤλπιζε χωρήσειν πολεμοῦντι· στρατεύειν γὰρ ἐπὶ Τρώων ἀποίκους Ἀχιλλέως ὢν ἀπόγονος.

Ὡς δέ οἱ ταῦτα ἤρεσκε (διέμελλε γὰρ ἐπ᾽ οὐδενὶ ὧν ἕλοιτο), αὐτίκα ναῦς τε ἐπλήρου μακρὰς, καὶ πλοῖα στρογγύλα εὐτρέπιζεν, ἵππους καὶ ἄνδρας ὁπλίτας ἄγειν.

Copyright © 2007-2018 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2018 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2018-11-07 15:49:03