La statua incompiuta di Zeus nell'Olympieion di Megara

Εν τω Διος τεμενει καλουμενω Ολυμπιειω ναος εστι θεας αξιος· το δε αγαλμα του Διος ουκ εξειργαζετο επιλαβοντος του Πελοποννησιων πολεμου προς Αθηναιους, εν ω ανα παν ετος Αθηναιοι φθειροντες την χωραν Μεγαρευσιν τα τε κοινα εκακοσαν και ιδια τους οικους ηγαγον ες το εσχατον ασθενειας.

Τω δε του Διος αγαλματι προσωπον ελεφαντος και χρυσου, τα δε λοιπα πηλου τε εστι κἁι γυφου· ποιησαι δε αυτο Θεοκοσμον λεγουσιν επιχωριον, συνεργασασθαι δε οι Φειδιαν. Υπερ δε της κεφαλης του Διος εισιν "Ωραι και Μοιραι δνλα δε πασι την μοιραν τω Διι πειθεσθαι και το θεον τουτον τας ωρας νεμειν ες το δεον.

Οπισθε δε του ναου κειται ξυλα ημιεργα εμελλεν ο Θεοκοσμος, ταυτα ελεφαντι και χρυσω κοσμησας, το του Διος αγαλμα εκτελεσαι.

Copyright © 2007-2018 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2018 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2018-11-07 15:49:03