I cartaginesi affrontano la ribellione dei mercenari

τετρυμένοι γὰρ ἐν τῷ περὶ Σικελίας πολέμῳ συνεχῶς ἤλπιζον ἐπιτελεσθεισῶν τῶν διαλύσεων ἀναπνοῆς τινος τεύξεσθαι καὶ καταστάσεως εὐδοκουμένης.

συνέβαινε δ' αὐτοῖς τἀναντία· μείζονος γὰρ ἐνίστατο πολέμου καταρχὴ καὶ φοβερωτέρου. πρόσθεν μὲν γὰρ ὑπὲρ Σικελίας ἠμφισβήτουν Ῥωμαίοις, τότε δὲ περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ἔμελλον κινδυνεύσειν, πόλεμον ἀναλαμβάνοντες ἐμφύλιον.

πρὸς δὲ τούτοις οὐχ ὅπλων πλῆθος, οὐ ναυτικὴ δύναμις, οὐ πλοίων κατασκευὴ παρ' αὐτοῖς ἦν, ὡς ἂν τοσαύταις ναυμαχίαις περιπεπτωκότων· καὶ μὴν οὐδὲ χορηγιῶν διάθεσις οὐδὲ φίλων οὐδὲ συμμάχων τῶν βοηθησόντων ἔξωθεν ἐλπὶς οὐδ' ἡτισοῦν ὑπῆρχεν.

διὸ καὶ τότε σαφῶς ἔγνωσαν ἡλίκην ἔχει διαφορὰν ξενικὸς καὶ διαπόντιος πόλεμος ἐμφυλίου στάσεως καὶ ταραχῆς. οὐχ ἥκιστα δ' αὐτοὶ σφίσι τῶν τοιούτων καὶ τηλι κούτων κακῶν ἐγεγόνεισαν αἴτιοι.

Estenuati infatti, dalla guerra per la sicilia, avevano sperato, appena conclusa la pace di godere di un certo respiro e di uno stato di cose favorevole; ed invece capitava loro il contrario; ecco infatti sorgere l'inizio di una guerra ben più grave e formidabile.

Che se prima avevano conteso con i romani per il possesso della Sicilia, ora stavano per giocare la vita e la loro patria, intraprendendo una guerra intestina....(continua)

release check: 2020-07-14 07:20:57 - flow version _EXTP_H1