.

La città di Agrigento - Polibio versione greco Meletan

GRECO - Versioni di Greco POLIBIO

 

 

La città di Agrigento

VERSIONE DI GRECO di Polibio

TRADUZIONE dal libro Meletan

questa versione è visibile ai soli utenti registrati

Ἡ δὲ τῶν Ἀκραγαντίνων πόλις οὐ μόνον κατὰ τὰ προειρημένα διαφέρει τῶν πλείστων πόλεων, ἀλλὰ καὶ κατὰ τὴν ὀχυρότητα, καὶ μάλιστα κατὰ τὸ κάλλος καὶ τὴν κατασκευήν.   Ἔκτισται μὲν γὰρ ἀπὸ θαλάττης ἐν ὀχτωκαίδεκα σταδίοις, ὥστε μηδενὸς ἀμοιρους εἶναι τῶν ἐκ ταύτης χρησίμων   Ὁ δὲ περίβολος αὐτῆς καὶ φύσει καὶ κατασκευῇ διαφερόντως ἠσφάλισται.  Κεῖται γὰρ τὸ τεῖχος ἐπὶ πέτρας ἀκροτόμου καὶ περιρρῶγος, ᾗ μὲν αὐτοφυοῦς, ᾗ δὲ χειροποιήτου· περιέχεται δὲ ποταμοῖς.   Ῥεῖ γὰρ αὐτῆς παρὰ μὲν τήν νότιον πλευρὰν ὁ συνώνυμος τῇ πόλει, παρὰ δὲ τὴν ἐπὶ τὰς δύσεις καὶ τὸν λίβα τετραμμένην ὁ προσαγορευόμενος Ὕψας.  Ἡ δ' ἄκρα τῆς πόλεως ὑπέρκειται κατ' αὐτὰς τὰς θερινὰς ἀνατολάς· κατὰ μὲν τὴν ἔξωθεν ἐπιφάνειαν ἀπροσίτω φάραγγι περιεχόμενη, κατὰ δὲ τὲν ἐντὸς μίαν ἔχουσα πρόσοδον ἐκ τῆς πόλεως.   Ἐπὶ δὲ τῆς κορυφῆς Ἀθηνᾶς ἵερον ἔκτισται, καὶ Διὸς Ἀταβυρίου, καθάπερ καὶ παρὰ Ῥοδίοις.



Per visualizzare devi fare prima la login
Se non sei ancora utente del sito, apri il tuo account con registrati
bottom
top
HomeContattaciSiti AmiciCercaFORUM - S.O.S. compitiPubblicitàCome funziona questo sito?Registrati al sito
bottom

Copyright © 2007-2012 SkuolaSprint.it || Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale