Un sogno di Scipione - Euloghia versione greco Polibio

Un sogno di Scipione versione greco Polibio
traduzione libro Euloghia pagina 519 numero 354

θεωρῶν γὰρ τὴν μητέρα περιπορευομένην τοὺς νεὼς καὶ θύουσαν τοῖς θεοῖς ὑπὲρ τἀδελφοῦ καὶ καθόλου μεγάλην προσδοκίαν ἔχουσαν ὑπὲρ τοῦ μέλλοντος, ἧς μόνης ἔμελεν αὐτῷ —τὸν μὲν γὰρ πατέρα τότε πλεῖν συνέβαινεν εἰς Ἰβηρίαν στρατηγὸν καθεσταμένον ἐπὶ τὰς προειρημένας πράξεις — οὐ μὴν ἀλλ’ ἔφη πρὸς αὐτὴν ὄνειρον τεθεωρηκέναι δὶς ἤδη τὸν αὐτόν. δοκεῖν γὰρ ἅμα τἀδελφῷ καθεσταμένος ἀγορανόμος ἀναβαίνειν ἀπὸ τῆς ἀγορᾶς ὡς ἐπὶ τὴν οἰκίαν, ἐκείνην δὲ συναντᾶν αὐτοῖς εἰς τὰς θύρας καὶ περιπτύξασαν ἀσπάσασθαι.

τῆς δὲ παθούσης τὸ γυναικεῖον πάθος καί τι προσεπιφθεγξαμένης Εἰ γὰρ ἐμοὶ ταύτην ἰδεῖν γένοιτο τὴν ἡμέραν Βούλει φησί μῆτερ, πεῖραν λάβωμεν;

τῆς δὲ συγκαταθεμένης, ὡς οὐ τολμήσοντος αὐτοῦ, πρὸς δὲ τὸν καιρὸν οἱονεὶ προσπαίζοντος — καὶ γὰρ ἦν κομιδῇ νέος — ἠξίου τήβενναν αὑτῷ λαμπρὰν εὐθέως ἑτοιμάσαι· τοῦτο γὰρ ἔθος ἐστὶ τοῖς τὰς ἀρχὰς μεταπορευομένοις.

release check: 2020-11-23 23:57:44 - flow version _RPTC_G1.1