CORIOLANO - Polieno versione i greci e noi

CORIOLANO
VERSIONE DI GRECO di POLIENO
TRADUZIONE dal libro I GRECI E NOI

Ῥωμαῖοι Κοριολανὸν ἐδίωξαν.

ὁ δὲ φυγὰς ἧκεν ὡς Τυρρηνοὺς νίκην κατὰ Ῥωμαίων ὑπισχνούμενος. πιστεύουσι Τυρρηνοὶ καὶ στρατηγὸν ἀποφαίνουσιν, ὁ δὲ νικήσας ἐν μάχαις πολλαῖς τέλος ἐπ᾽ αὐτὴν ἐφέρετο τὴν πόλιν αἱρήσων κατὰ κράτος. Ῥωμαίων αἱ μητέρες - ἡγεῖτο δὲ αὐτῶν Οὐετηρία μήτηρ Κοριολανοῦ - προελθοῦσαι τῆς πόλεως ἀπήντων τοῖς πολεμίοις ὡπλισμένοις καὶ Κοριολανῷ προσπεσοῦσαι ἱκετηρίας προΐσχουσι.

τὸ δὲ κεφάλαιον τῆς ἱκεσίας ἦν· εἰ τὴν πόλιν αἱρεῖν ἔγνωκας, πρότερον τὴν μητέρα τὴν σὴν καὶ πάσας τὰς Ῥωμαίων μητέρας ἀπόκτεινον.

Κοριολανὸς ἔπαθεν, ἐδάκρυσεν, ἀνέζευξεν. ἡ μὲν ἀνάζευξις εὐσεβὴς, ὀλέθριος δὲ τῷ στρατηγῷ· Τυρρηνοὶ γὰρ ὡς προδόντα νίκην φανερὰν ἐψηφίσαντο θανάτῳ κολασθῆναι.

release check: 2020-07-14 07:53:34 - flow version _EXTP_H1