I FOCESI - Polieno versione greco Klimax

I focesi
VERSIONE DI GRECO di Polieno
TRADUZIONE dal libro Klimax

Φωκεῖς ἐς τὸν Παρνασὸν κατακλεισθέντες ὑπὸ Θετταλῶν, γυψώσαντες αὑτοὺς καὶ τὰ ὅπλα καὶ σύνθημαἀλλήλοις δόντες φείδεσθαι τῶν γεγυψωμένων νυκτὶ πανσελήνῳ ἐπικαταβάντες τοῖς πολεμίοις ἐπέθεντο.

οἱ δὲ ὥσπερ φάσμα ξένον καὶ ἀλλόκοτον φοβηθέντες, ἔνιοι δὲ καὶ νομίσαντες Θετταλοὺς εἶναι τοὺς ἐπιτιθεμένους, ἡττήθησαν καὶ πτῶμα ἐγένοντο Θετταλικὸν ἄνδρες τετρακισχίλιοι.

Φωκεῖς τὴν Θετταλικὴν ἵππον διέφθειραν. τάφρον ὀρύξαντες κατὰ τὴν Ὑάμπολιν καὶ πληρώσαντες αὐτὴν κενῶν ἀμφορέων καὶ γῆν ὀλίγην ἐπέβαλον. ἐς ταύτην τὴν τάφρον ἐμπεσόντες οἱ ἱππεῖς αὐτοῖς ἵπποιςδιεφθάρησαν.

release check: 2020-07-14 07:53:34 - flow version _EXTP_H1