Stratagemma di Agesilao- Versione greco di Polieno

Stratagemma di Agesilao
VERSIONE DI GRECO di Polieno
TRADUZIONE
Testo greco ORIGINALE

Ἀγησίλαος, ἀντικαθημένων Λακεδαιμονίων καὶ Θηβαίων, μέσου τοῦ ποταμοῦ διείργοντος, ὁρῶν τοὺς Λακεδαιμονίους διαβαίνειν τὸν Εὐρώταν προθυμου μένους, δεδοικὼς πλείονας τοὺς Θηβαίους ὄντας μετὰ τῶν συμμάχων λογοποιοὺς καθῆκεν, ὡς ἄρα χρησμὸς εἴη, τοὺς προτέρους τὸν ποταμὸν διαβάντας ἡττᾶσθαι. οὕτως μὲν δὴ τοὺς Λακεδαιμονίους ἐπισχὼν, ὀλίγους τῶν συμμάχων ἐγγὺς τοῦ ποταμοῦ καταλιπὼν καὶ στρα τηγὸν ἐπ᾽ αὐτῶν τὸν Θάσιον Σύμμαχον, ἐντειλάμενος, Θηβαίων τὸν ποταμὸν διαβάντων αὐτοὺς φεύγειν ὅτι τάχος, ἄλλους τινὰς ἐς ἐνέδραν κατέκρυψεν ἐν τοῖς κοίλοις χωρίοις, αὐτὸς δὲ τοὺς στρατιώτας ἐς ὀχυρὸν καὶ δασὺ χωρίον ἀγαγὼν ἐπέστησεν.

Θηβαῖοι τοὺς περὶ Σύμμαχον ὀλίγους ὄντας ἰδόντες, θαρροῦντες, διαβάντες, φεύγοντας διώκοντες, ἐς τὴν ἐνέδραν ἐμ πεσόντες ἀνῃρέθησαν ἑξακόσιοι.

TESTO GRECO SENZA ACCENTI per una ricerca facilitata

Αγησιλαος αντικαθημενων Λακεδαιμονιων και Θηβαιων, μεσου ποταμου διειργοντος, ορων τους Λακεδαιμονιους διαβαινειν τον Ευρωταν προ- θυμουμενους, δεδοικως πλειονας τους Θηβαιους οντας μετα των συμμα-χων, λογοποιους καθηκεν, ως αρα χρησμος ειη, τους προτερους τον ποταμον διαβαντας ηττασθαι. Ουτως μεν δη τους Λακεδαιμονιους επισχων, ολιγους των συμμαχων εγγυς του ποταμου καταλιπων και εντειλαμενος, Θηβαιων τον ποταμον διαβαντων, αυτους φευγειν οτι ταχος, αλλους τινας εις ενεδραν κατεκρυψεν εν τοις κοιλοις χωριοις, αυτος δε τους στρατιωτας εις οχυρον και δασυ χωριον αγαγων επεστησε. Θηβαιοι τους περι ποταμον ολιγους οντας ιδοντες, θαρρουντες, διαβαντες, φευγοντας διωκοντες, εις την ενεδραν ενεπεσον και ανηρεθησαν εξακοσιοι.

release check: 2020-07-14 07:53:34 - flow version _EXTP_H1