Stratagemma di Chilonide - Polieno versione greco

STRATAGEMMA DI CHILONIDE
VERSIONE DI GRECO di Polieno
TRADUZIONE dal libro np

Χειλωνὶς Κλεάδα θυγάτηρ, Θεοπόμπου γυνὴ, μα θοῦσα τὸν ἄνδρα ὑπὸ Ἀρκάδων αἰχμάλωτον φυλάς- σεσθαι ἦλθεν ἐς τοὺς πολεμίους ἑκοῦσα.

θαυμάσαντες αὐτῆς τὸ φίλανδρον Ἀρκάδες ἐπέτρεψαν ἐς τὸ δεσμω τήριον αὐτὴν παρελθεῖν. ἡ δὲ τὴν αὑτῆς ἐσθῆτα τῷ ἀνδρὶ περιθεῖσα, τὴν ἐκείνου δὲ αὐτὴ λαβοῦσα ἔπεισεν αὐτὸν ὑπεξελθεῖν, αὐτὴ δὲ ἀντ᾽ αὐτοῦ παρὰ τοῖς πο λεμίοις ἔμεινε.

Θεόπομπος τῷ στρατηγήματι τῆς γυ ναικὸς διασωθεὶς καὶ αὐτὸς τὴν ἱέρειαν τῆς Ἀρτέμιδος εἰς Φενεὸν πομπεύουσαν ἥρπασε· Τεγεᾶται ταύτην ἀπο λαβεῖν θέλοντες ἀπέδωκαν αὐτῷ τὴν Χειλωνίδα.

release check: 2020-07-14 07:53:52 - flow version _EXTP_H1