Stratagemma di Epaminomda - dialogoi versione greco Polieno

stratagemma di Epaminonda
VERSIONE DI GRECO di Polieno libro dialogoi

Ἐπαμινώνδας πρὸς τῇ γεφύρᾳ τοῦ Σπερχειοῦ, Θεσσαλῶν ἀντικαθημένων, ὁρῶν ἀπὸ τοῦ ποταμοῦ περὶ τὴν ἕω πολλὴν καὶ βαθεῖαν ὁμίχλην αἰρομένην, παρήγγειλεν ἑκάστῳ λόχῳ, δύο κομίσαι φορτία ξύλων, ὸ μὲν χλωρῶν, τὸ δὲ αὔων· καὶ περὶ μέσην νύκτα τὰ μὲν αὖα κάτωθεν, τὰ δὲ χλωρὰ ἄνωθεν θέντας ὑφάψαι.

ὁμοῦ νὺξ καὶ ὁμίχλη καὶ καπνός· ὁ μὲν ἀὴρ τοῖς πολεμίοις ἀόρατος ἦν· ὁ δὲ Ἐπαμινώνδας ἐπὶ τὴν γέφυραν διεβίβασε τοὺς στρατιώτας.

οἱ δὲ αὖ κατὰ μέσον τὸ πεδίον ὄντες, ὁπότε ὁ καπνὸς μετὰ τῆς ὁμίχλης διεσκεδάσθη, οἱ Θεσσαλοὶ τῆς διαβάσεως τῶν πολεμίων ᾔσθοντο.

release check: 2020-07-14 07:54:11 - flow version _EXTP_H1