Stratagemma di Filopemene - Polieno versione greco

Stratagemmi di Filopemene
VERSIONE DI GRECO di Polieno

Φιλοποίμην οὐκ ἐνόμιζε προσήκειν ἀγαθῷ στρατηγῷ τῆς φάλαγγος ἡγεῖσθαι· ἀλλὰ τοτὲ μὲν ἐν πρώτοις, τοτὲ δὲ ἐν ἐσχάτοις, πολλάκις δὲ καὶ κατὰ μέσουςπαριππεύων καὶ πάντας ἐφορῶν ἀεὶ τὸ ἁμαρτανόμενονΦιλοποίμην ὑπὸ Λακεδαιμονίων ἐδιώκετο· καὶ ὅσονοὔπω καταλαμβανόμενος, τὸν Εὐρώταν διαβὰς προσέταξε τοῖς ἱππεῦσιν ἀποχαλινῶσαι τοὺς ἵππους καὶ ἀπὸτοῦ ποταμοῦ ποτίζειν, τοῦ παρακειμένου τόπου δασέοςὄντος καὶ πολλὴν ὕλην ἔχοντος.

οἱ δὲ Λακεδαιμόνιοιπολὺ τὸ θράσος ἰδόντες τῶν ἀποχαλινωσάντων τοὺςἵππους καὶ _τῶν_ ποτιζόντων ὑπώπτευσαν ἐν τῇ ὕλῃσυμμάχους τοῦ Φιλοποίμενος πολλοὺς ἀποκεκρύφθαικαὶ μὴ τολμήσαντες διαβῆναι τὸν ποταμὸν ἀνέστρεψαν. Φιλοποίμην ἐδίδαξε τοὺς Ἀχαιοὺς ἀντὶ μὲν θυρεοῦκαὶ δόρατος ἀσπίδα καὶ σάρισαν λαβεῖν, κράνεσι δὲ καὶθώραξι καὶ προκνημῖσι φράξασθαι, μόνιμον δὲ καὶβεβηκυῖαν μάχην ἀσκεῖν ἀντὶ δρομικῆς καὶ πελταστικῆς, τρυφὰς δὲ καὶ πολυτελείας ἐσθήτων καὶ δείπνων ἀφελεῖν, μόνοις δὲ τοῖς ἀναγκαίοις καὶ τοῖς ἐν στρατείᾳχρησίμοις ἀρκεῖσθαι. ταῦτα διδάξας Φιλοποίμην ἐν ταῖςπλείσταις μάχαις εὐδοκιμοῦντας εἶχε τοὺς στρατιώτας.

release check: 2020-07-14 07:53:34 - flow version _EXTP_H1