Un'altra versione della stessa vicenda

Polieno libro Agon

Φίλιππος Ῥοδίων πόλιν ἐν τῇ Περαίᾳ Πρινασσὸν ἐπολιόρκει· τῶν δὲ τειχῶν καρτερῶν ὄντων ἐπεχείρησεν ὑπορύττειν.

πέτρας δὲ στερεωτάτης ἐν τῇ διώρυχι φανείσης καὶ τοῖς μεταλλευτικοῖς ὀργάνοις μηδαμῶς εἰκούσης ἐκέλευσε Φίλιππος μεθ᾽ ἡμέραν μὲν ἐπὶ τὴν διωρυχὴν καταβαίνειν ὡς ἐργαζομένους δὴ καὶ προκαλύμματα ὑπερέτεινεν ὡς βουλόμενος λανθάνειν· τὰ δὲ ἦν ἄρα φανερὰ τοῖς πολεμίοις ἀπὸ τῶν τειχῶν ὁρῶσι.

νύκτωρ δὲ ἐκέλευσε τοὺς στρατιώτας ἀπὸ σταδίων ὀκτὼ ἢ δέκα ἔκ τινος βαθείας φάραγγος ἀνακομίζοντας χοῦν μεταβάλλειν πρὸ τοῦ στόματος τῶν ὀρυγμάτων· ἐπεὶ δὲ πολὺς χοῦς ἐγήγερτο σωρηδὸν, μεθ᾽ ἡμέραν οἱ ἀπὸ τῶν τειχῶν ἰδόντες τοῦτο, ἐκεῖνο ἐπίστευσαν, ὡς ἡ πόλις κάτωθεν ὑπορώρυκται.

οὗτος ὁ φόβος ἔπεισεν αὐτοὺς παραδοῦναι Φιλίππῳ τὴν πόλιν. ὕστερον δὲ τὴν ἀπάτην μαθόντες πολλὰ τὴν αὑτῶν ἄνοιαν κατωδύραντο.

release check: 2020-07-14 07:54:11 - flow version _EXTP_H1