Uno sbarco di fanteria navale - Polieno versione greco

Uno sbarco di fanteria navale
VERSIONE DI GRECO di Polieno
TRADUZIONE dal libro np

Ἰφικράτης περὶ Φοινίκην καταπλέων ἑκατὸν τρι ακοντόροις, ἔνθα τεναγώδης αἰγιαλὸς ἦν, ἰδὼν τοὺς Φοίνικας παρὰ τὴν ἠϊόνα συνθέοντας παρήγγειλεν, ὅταν τὸ σημεῖον ἀναδειχθῇ, τοῖς μὲν κυβερνήταις ἄγκυραν ἀφιέναι κατὰ πρύμναν καὶ τὴν καταγωγὴν ἐν τάξει ποιεῖσθαι, τοῖς δὲ στρατιώταις ὁπλισαμένους ἕκαστον κατὰ τὴν αὑτοῦ κώπην εἰς τὴν θάλασσαν αὑτὸν καθιέναι καὶ τὴν αὑτοῦ τάξιν διαφυλάττειν· ὡς δὲ ἤδη σύμμετρον ὑπέλαβεν εἶναι τὸ τῆς θαλάς σης βάθος, ἀνέτεινε τὸ σημεῖον τῆς ἐκβάσεως.

αἱ τριακόντοροι μὲν ἐν τάξει κατήγοντο διὰ τῶν ἀγκυ ρῶν, οἱ δὲ ἄνδρες ἐν τάξει προβαλλόμενοι προῆγον.

οἱ δὲ πολέμιοι καταπλαγέντες τὴν τάξιν αὐτῶν καὶ τὴν τόλμαν ἔφευγον. οἱ δὲ Ἰφικράτειοί τινας μὲν διώξαντες ἀπέκτειναν, τινὰς δὲ ἐζώγρησαν καὶ λείαν πολλὴν περιελάσαντες καὶ ταύτην ἐς τὰς ναῦς ἐμβα λόμενοι στρατόπεδον ἐπὶ τῆς γῆς κατεστήσαντο.

release check: 2020-07-14 07:53:52 - flow version _EXTP_H1