Importanza e potenza di Cartagine

Κτίσμα δ᾽ ἐστὶ Διδοῦς ἀγαγούσης ἐκ Τύρου λαόν· οὕτω δ᾽ εὐτυχὴς ἡ ἀποικία τοῖς Φοίνιξιν ὑπῆρξε καὶ αὕτη καὶ ἡ μέχρι τῆς Ἰβηρίας τῆς τε ἄλλης καὶ τῆς ἔξω στηλῶν ὥστε τῆς Εὐρώπης ἔτι νῦν τὴν ἀρίστην νέμονται Φοίνικες κατὰ τὴν ἤπειρον καὶ τὰς προσεχεῖς νήσους͵ τήν τε Λιβύην κατεκτήσαντο πᾶσαν͵ ὅσον μὴ νομαδικῶς οἷόν τ᾽ ἦν οἰκεῖν. ἀφ᾽ ἧς δυνάμεως πόλιν τε ἀντίπαλον τῆι Ῥώμηι κατεσκευάσαντο καὶ τρεῖς ἐπολέμησαν μεγάλους πρὸς αὐτοὺς πολέμους.

γένοιτο δ᾽ ἂν εὔδηλος ἡ δύναμις αὐτῶν ἐκ τοῦ ὑστάτου πολέμου͵ ἐν ὧι κατελύθησαν ὑπὸ Σκιπίωνος τοῦ Αἰμιλιανοῦ͵ καὶ ἡ πόλις ἄρδην ἠφανίσθη.

ὅτε γὰρ ἤρξαντο πολεμεῖν τοῦτον τὸν πόλεμον͵ πόλεις μὲν εἶχον τριακοσίας ἐν τῆι Λιβύηι͵ ἀνθρώπων δ᾽ ἐν τῆι πόλει μυριάδας ἑβδομήκοντα· πολιορκούμενοι δὲ καὶ ἀναγκασθέντες τραπέσθαι πρὸς ἔνδοσιν πανοπλιῶν μὲν ἔδοσαν μυριάδας εἴκοσι καταπελτικὰ δὲ ὄργανα τρισχίλια͵ ὡς οὐ πολεμηθησόμενοι.

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-03-29 22:35:33