.

La fortificazione del Santuario di Delio - Versione greco Tucidide

GRECO - Versioni di greco TUCIDIDE


La fortificazione del santuario di Delio

Versione di greco di Tucidide

dal libro verso Itaca
1 (vecchia edizione) pag.78 n°57

Ὁ δὲ Ἱπποκράτης, ἐπειδὴ συνέλεγε Ἀθηναίους, τοὺς πολίτας καὶ τοὺς μετοίκους καὶ τοὺς ξένους παρόντας Ἀθήνησιν, ἀφικνεῖτο ἐπὶ τὸ Δήλιον· ἐκεῖ καθίζοντος τοῦ στρατοῦ, ἐτείχιζε τοιῷδε τρόπῳ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. Τάφρον μὲν κύκλῳ περὶ τὸ ἱερὸν καὶ τὸν νεὼν ἔσκαπτον, ἐκ δὲ τοῦ ὀρύγματος ἀνέβαλλον ἀντὶ τείχους τὸν χοῦν, καὶ σταυροὺς παρακαταπηγνύντες τὴν ἄμπελον τὴν περὶ τὸ ἱερὸν κόπτοντες εἰσέβαλλον καὶ λίθους ἅμα καὶ πλίνθον ἐκ τῶν οἰκοπέδων τῶν ἐγγὺς καθαιροῦντες, καὶ οὕτως ἐμετεώριζον τὸ ἔρυμα. Πύργους τε ξυλίνους ἔτευχον ᾗ χρήσιμον ἦν καὶ ἡ χώρα κενὴ  οἰκοδομήματος τοῦ ἱεροῦ ἦν. Ἐπεὶ τὸ ἔργον τέλειον ἦν, οἱ ψιλοὶ εὐθὺς ἐχώρουν, οἱ δ' ὁπλῖται λαμβάνοντες τὰ ὅπλα ἡσύχαζον· Ἱπποκράτης δὲ ὑπομένων ἔτι διέτασσε τὰς φυλακάς τε καὶ τὰ ὑπόλοιπα περὶ τὸ προτείχισμα.



Per visualizzare devi fare prima la login
Se non sei ancora utente del sito, apri il tuo account con registrati
bottom
top
HomeContattaciSiti AmiciCercaFORUM - S.O.S. compitiPubblicitàCome funziona questo sito?Registrati al sito
bottom

Copyright © 2007-2012 SkuolaSprint.it || Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale