Eracle in India - Versione greco

Eracle in India Greco versioni per il biennio

οἱ τὴν ὀρεινὴν τῆς Ἰνδικῆς κατοικοῦντες.

τόν τε Ἡρακλέα φασὶ παρ´ αὑτοῖς γεγενῆσθαι, καὶ παραπλησίως τοῖς Ἕλλησι τό τε ῥόπαλον καὶ τὴν λεοντῆν αὐτῷ προσάπτουσι. τῇ δὲ τοῦ σώματος ῥώμῃ καὶ ἀλκῇ πολλῷ τῶν ἄλλων ἀνθρώπων διενεγκεῖν, καὶ καθαρὰν ποιῆσαι τῶν θηρίων γῆν τε καὶ θάλατταν. γήμαντα δὲ πλείους γυναῖκας υἱοὺς μὲν πολλούς, θυγατέρα δὲ μίαν γεννῆσαι, καὶ τούτων ἐνηλίκων γενομένων πᾶσαν τὴν Ἰνδικὴν διελόμενον εἰς ἴσας τοῖς τέκνοις μερίδας, ἅπαντας τοὺς υἱοὺς ἀποδεῖξαι βασιλέας, μίαν δὲ θυγατέρα θρέψαντα καὶ ταύτην βασίλισσαν ἀποδεῖξαι.

κτίστην τε πόλεων οὐκ ὀλίγων γενέσθαι, καὶ τούτων τὴν ἐπιφανεστάτην καὶ μεγίστην προσαγορεῦσαι Παλίβοθρα. κατασκευάσαι δ´ ἐν αὐτῇ καὶ βασίλεια πολυτελῆ καὶ πλῆθος οἰκητόρων καθιδρῦσαι· τήν τε πόλιν ὀχυρῶσαι τάφροις ἀξιολόγοις ποταμίοις ὕδασι πληρουμέναις.

καὶ τὸν μὲν Ἡρακλέα τὴν ἐξ ἀνθρώπων μετάστασιν ποιησάμενον ἀθανάτου τυχεῖν τιμῆς, τοὺς δ´ ἀπογόνους αὐτοῦ βασιλεύσαντας ἐπὶ πολλὰς γενεὰς καὶ πράξεις  ἀξιολόγους μεταχειρισαμένους μήτε στρατείαν ὑπερόριον ποιήσασθαι μήτε ἀποικίαν εἰς ἀλλοεθνεῖς ἀποστεῖλαι.

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-03-29 22:43:21