La falsa partenza di Dionigi

Tούτου  γάρ  ποτε  συνδιωχθέντος  εἰς  περίστασιν  ὁμολογουμένως ἀπεγνωσμένην  καὶ  διὰ  τὸ  μέγεθος  τῶν  ἐπηρτημένων  κινδύνωνἀπελπίσαντος  μὲν  τὰ  κατὰ  τὴν  δυναστείαν,  μέλλοντος  δ᾽  ἐκ  τῶνΣυρακουσσῶν  ἐξιππεύειν  πρὸς  ἑκούσιον  φυγὴν  Ἕλωρις  ὁ  πρεσβύτατοςτῶν  φίλων  ἐπιλαβόμενος  τῆς  ὁρμῆς  ‘Διονύσιε’,  φησίν, ‘καλὸν  ἐντάφιον  ἡτυραννίς.’ παραπλησίω  δὲ  τούτῳ  καὶ  ὁ  κηδεστὴς  Μεγακλῆς  ἀπεφήνατο  πρὸςαὐτόν,  εἰπὼν  ὅτι  δεῖ  τὸν  ἐκ  τυραννίδος  ἐκπίπτοντα  τοῦ  σκέλουςἑλκόμενον ἀπιέναι  καὶ  μὴ  κατὰ  προαίρεσιν  ἀπαλλάττεσθαι.  ὑπὸδὲ  τούτων  τῶν  παρακλήσεων  ὁ  Διονύσιος  μετεωρισθεὶς  ἐνεκαρτέρησεπᾶσι  τοῖς  δοκοῦσιν  εἶναι  δεινοῖς  καὶ  τὴν  μὲν  ἀρχὴν  μείζονα  κατεσκεύασεν,  αὐτὸς  δὲ  ἐν  τοῖς  ταύτης  καλοῖς  ἐγγηράσας  ἀπέλιπε  τοῖς  ἐκγόνοιςμεγίστην  τῶν  κατὰ  τὴν  Εὐρώπην  δυναστείαν.

release check: 2020-10-18 14:04:28 - flow version _RPTC_G1.1