Gli antichi abitanti della Sicilia

Οἱ Σικελιῶται, ἐκ τῆς Ἰταλίας πανδημεὶ περαιωθέντες εἰς τὴν Σικελίαν τὴν ἀπὸ τῶν Σικανῶν ἐκλειφθεῖσαν χώραν κατῴκησαν. Ἀεὶ δὲ τῇ πλεονεξίᾳ προβαινόντων τῶν Σικελιωτῶν, καὶ τὴν χώραν ὅμορον πορθούντων, ἐγένοντο πόλεμοι πλεονάκις αὐτοῖς πρὸς τοὺς Σικανούς, ἕως συνθήκας ποιησάμενοι συμφώνους ὅρους τῆς χώρας ἔθεντο. Ὕσταται δ᾽ ἀποικίαι τῶν Ἑλλήνων ἐγένοντο κατὰ τὴν Σικελίαν ἀξιόλογοι καὶ πόλεις παρὰ θάλατταν ἐκτίσθησαν. ἀναμιγνύμενοι δ᾽ ἀλλήλοις καὶ διὰ τὸ πλῆθος τῶν καταπλεόντων Ἑλλήνων τήν τε διάλεκτον αὐτῶν ἔμαθον καὶ ταῖς ἀγωγαῖς (“secondo il modo di vivere [greco]”) συντραφέντες τὸ τελευταῖον (“da ultimo”) τὴν βάρβαρον διάλεκτον ἅμα καὶ τὴν προσηγορίαν ἠλλάξαντο, Σικελιῶται προσαγορευθέντες.

release check: 2020-11-24 00:15:31 - flow version _RPTC_G1.1