Fioritura artistica e culturale di Atene dopo le guerre persiane - Diodoro Siculo versione greco

Fioritura artistica e culturale di Atene dopo le guerre persiane
VERSIONE DI GRECO di Diodoro Siculo
TRADUZIONE dal libro N P

ἐν τούτοις γὰρ τοῖς χρόνοις αἵ τε τέχναι διὰ τὴν εὐπορίαν ηὐξήθησαν, καὶ τότε μέγιστοι μνημονεύονται τεχνῖται γεγονέναι, ὧν ἐστι Φειδίας ὁ ἀγαλματοποιός· ὁμοίως δὲ καὶ τὰ κατὰ τὴν παιδείαν ἐπὶ πολὺ προέβη, καὶ φιλοσοφία προετιμήθη καὶ ῥητορικὴ παρὰ πᾶσι μὲν Ἕλλησι, μάλιστα δὲ Ἀθηναίοις. φιλόσοφοι μὲν γὰρ οἱ περὶ τὸν Σωκράτη καὶ Πλάτωνα καὶ Ἀριστοτέλην, ῥήτορες δὲ Περικλῆς καὶ Ἰσοκράτης καὶ οἱ τούτου μαθηταί· ὁμοίως δὲ καὶ ἄνδρες ἐπὶ στρατηγίᾳ διαβεβοημένοι, Μιλτιάδης, Θεμιστοκλῆς, Ἀριστείδης, Κίμων, Μυρωνίδης καὶ ἕτεροι πλείονες, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν. μάλιστα δὲ Ἀθηναῖοι τῇ τε δόξῃ καὶ ἀνδρείᾳ προκόψαντες διωνομάσθησαν καθ´ ὅλην σχεδὸν τὴν οἰκουμένην· ἐπὶ τοσοῦτο γὰρ τὴν ἡγεμονίαν ηὔξησαν, ὥστε ἄνευ Λακεδαιμονίων καὶ Πελοποννησίων ἰδίᾳ μεγάλας δυνάμεις Περσικὰς καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν κατηγωνίσαντο, καὶ τὴν περιβόητον Περσῶν ἡγεμονίαν ἐπὶ τοσοῦτον ἐταπείνωσαν, ὥστε ἀναγκάσαι πάσας τὰς κατὰ τὴν Ἀσίαν πόλεις ἐλευθερῶσαι κατὰ συνθήκας.

Copyright © 2007-2021 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2021 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2021-03-04 10:55:30 - flow version _RPTC_G1.1