Grandezza del Faraone Sesoosi - Diodoro Siculo versione greco sapheneia

Grandezza del faraone Sesoosi versione greco Diodoro siculo
traduzione dal libro Sapheneia pag. 412 n. 433

δοκεῖ δ´ οὗτος ὁ βασιλεὺς πάντας τοὺς πώποτε γενομένους ἐν ἐξουσίαις ὑπερβεβηκέναι ταῖς τε πολεμικαῖς πράξεσι καὶ τῷ μεγέθει καὶ τῷ πλήθει τῶν τε ἀναθημάτων καὶ τῶν ἔργων τῶν κατεσκευασμένων κατ´ Αἴγυπτον. ἔτη δὲ τρία πρὸς τοῖς τριάκοντα βασιλεύσας ἐκ προαιρέσεως ἐξέλιπε τὸν βίον, ὑπολιπόντων αὐτὸν τῶν ὀμμάτων· καὶ τοῦτο πράξας οὐ μόνον παρὰ τοῖς ἱερεῦσιν, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις Αἰγυπτίοις ἐθαυμάσθη, δόξας τῇ μεγαλοψυχίᾳ τῶν πεπραγμένων ἀκόλουθον πεποιῆσθαι τὴν τοῦ βίου καταστροφήν. ἐπὶ τοσοῦτο δ´ ἴσχυσε καὶ διέτεινε τοῖς χρόνοις ἡ δόξα τούτου τοῦ βασιλέως ὥστε τῆς Αἰγύπτου πολλαῖς γενεαῖς ὕστερον πεσούσης ὑπὸ τὴν ἐξουσίαν τῶν Περσῶν, καὶ Δαρείου τοῦ Ξέρξου πατρὸς σπουδάσαντος ἐν Μέμφει τὴν ἰδίαν εἰκόνα στῆσαι πρὸ τῆς Σεσοώσιος, ὁ μὲν ἀρχιερεὺς ἀντεῖπε λόγου προτεθέντος ἐν ἐκκλησίᾳ τῶν ἱερέων, ἀποφηνάμενος ὡς οὔπω Δαρεῖος ὑπερβέβηκε τὰς Σεσοώσιος πράξεις, ὁ δὲ βασιλεὺς οὐχ ὅπως ἠγανάκτησεν, ἀλλὰ καὶ τοὐναντίον ἡσθεὶς ἐπὶ τῇ παῤῥησίᾳ σπουδάσειν ἔφησεν ὅπως κατὰ μηδὲν ἐκείνου λειφθείη βιώσας τὸν ἴσον χρόνον, καὶ παρεκάλει συγκρίνειν τὰς ἡλικιώτιδας πράξεις·

Copyright © 2007-2021 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2021 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2021-03-04 10:55:49 - flow version _RPTC_G1.1