I funerali dei faraoni I e II Diodoro Siculo versione greco Sapheneia

ὁπότε γὰρ ἐκλείποι τις τὸν βίον τῶν βασιλέων, πάντες οἱ κατὰ τὴν Αἴγυπτον κοινὸν ἀνῃροῦντο πένθος, καὶ τὰς μὲν ἐσθῆτας κατεῤῥήττοντο, τὰ δ´ ἱερὰ συνέκλειον καὶ τὰς θυσίας ἐπεῖχον καὶ τὰς ἑορτὰς οὐκ ἦγον ἐφ´ ἡμέρας ἑβδομήκοντα καὶ δύο· καταπεπλασμένοι δὲ τὰς κεφαλὰς πηλῷ καὶ περιεζωσμένοι σινδόνας ὑποκάτω τῶν μαστῶν ὁμοίως ἄνδρες καὶ γυναῖκες περιῇσαν ἀθροισθέντες κατὰ διακοσίους ἢ τριακοσίους, καὶ τὸν μὲν θρῆνον ἐν ῥυθμῷ μετ´ ᾠδῆς ποιούμενοι δὶς τῆς ἡμέρας ἐτίμων ἐγκωμίοις, ἀνακαλούμενοι τὴν ἀρετὴν τοῦ τετελευτηκότος, τροφὴν δ´ οὔτε τὴν ἀπὸ τῶν ἐμψύχων οὔτε τὴν ἀπὸ τοῦ πυροῦ προσεφέροντο, τοῦ τε οἴνου καὶ πάσης πολυτελείας ἀπείχοντο. οὐδεὶς δ´ ἂν οὔτε λουτροῖς οὔτ´ ἀλείμμασιν οὔτε στρωμναῖς προείλετο χρῆσθαι, οὐ μὴν οὐδὲ πρὸς τὰ ἀφροδίσια προσελθεῖν ἂν ἐτόλμησεν, ἀλλὰ καθάπερ ἀγαπητοῦ τέκνου τελευτήσαντος ἕκαστος περιώδυνος γινόμενος ἐπένθει τὰς εἰρημένας ἡμέρας.




ἐν δὲ τούτῳ τῷ χρόνῳ τὰ πρὸς ταφὴν λαμπρῶς παρεσκευασμένοι, καὶ τῇ τελευταίᾳ τῶν ἡμερῶν θέντες τὴν τὸ σῶμα ἔχουσαν λάρνακα πρὸ τῆς εἰς τὸν τάφον εἰσόδου, προετίθεσαν κατὰ νόμον τῷ τετελευτηκότι κριτήριον τῶν ἐν τῷ βίῳ πραχθέντων. δοθείσης δ´ ἐξουσίας τῷ βουλομένῳ κατηγορεῖν, οἱ μὲν ἱερεῖς ἐνεκωμίαζον ἕκαστα τῶν καλῶς αὐτῷ πραχθέντων διεξιόντες, αἱ δὲ πρὸς τὴν ἐκφορὰν συνηγμέναι μυριάδες τῶν ὄχλων ἀκούουσαι συνεπευφήμουν, εἰ τύχοι καλῶς βεβιωκώς, εἰ δὲ μή, τοὐναντίον ἐθορύβουν. καὶ πολλοὶ τῶν βασιλέων διὰ τὴν τοῦ πλήθους ἐναντίωσιν ἀπεστερήθησαν τῆς ἐμφανοῦς καὶ νομίμου ταφῆς· διὸ καὶ συνέβαινε τοὺς τὴν βασιλείαν διαδεχομένους μὴ μόνον διὰ τὰς ἄρτι ῥηθείσας αἰτίας δικαιοπραγεῖν, ἀλλὰ καὶ διὰ τὸν φόβον τῆς μετὰ τὴν τελευτὴν ἐσομένης ὕβρεώς τε τοῦ σώματος καὶ βλασφημίας εἰς ἅπαντα τὸν αἰῶνα. τῶν μὲν οὖν περὶ τοὺς ἀρχαίους βασιλεῖς νομίμων τὰ μέγιστα ταῦτ´ ἔστιν.

TRADUZIONE antica

 

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-03-29 22:43:30