I nabatei - Diodoro Siculo versione greco Anthropon odoi

I Nabatei
versione greco Diodoro Siculo
traduzione libro anthropon odoi

η αραβια κειται μεν μεταξυ τησ συριας και τησ αιγυπτου, πολλοισ δε εθνεσι οικεται. τα μεν ουν προσ την εω μερη κατοικουσιν οι αραβεσ οι ναβαταιοι ονομαζομενοι, νεμομενοι χωρασ την μεν ερημον, την δε ανυδρον, ολιγην δε καρποφορον. εχουσι δε βιον ληστρικον και πολλην τησ ομορου χωρασ κατατρεχοντεσ ληστευουσιν, οντεσ δυσμαχοι κατα τουσ πολεμουσ.

κατα γαρ την ανυδρον χωραν ευκαιρα φρεατα κατασκευαζουσιν αγνωστα τοισ αλλοεθνεσιν και εν τοισ πολεμοισ εκει ακινδυνωσ συμφευγουσιν, δαψιλεσι ποτοισ απο των φρεατων χρωμενοι. οι δε αλλοεθνεισ επιδιωκοντεσ και σπανιζοντεσ τησ υδρειασ, οι μεν αποθνησκουσι, οι δε μογισ εισ την οικειαν χωραν σωζονται. διοπερ οι ναβαταιοι αδουλωτοι διατελουσιν.

Passo originale

Η Αραβìα κεῖται μὲν μεταξὺ Συρίας καὶ τῆς Αἰγύπτου, πολλοῖς δὲ καὶ παντοδαποῖς ἔθνεσι διείληπται. τὰ μὲν οὖν πρὸς τὴν ἕω μέρη κατοικοῦσιν Ἄραβες οὓς ὀνομάζουσι Ναβαταίους, νεμόμενοι χώραν τὴν μὲν ἔρημον, τὴν δὲ ἄνυδρον, ὀλίγην δὲ καρποφόρον. ἔχουσι δὲ βίον λῃστρικόν, καὶ πολλὴν τῆς ὁμόρου χώρας κατατρέχοντες λῃστεύουσιν, ὄντες δύσμαχοι κατὰ τοὺς πολέμους. κατὰ γὰρ τὴν ἄνυδρον χώραν λεγομένην κατεσκευακότες εὔκαιρα φρέατα, καὶ ταῦτα πεποιηκότες τοῖς ἀλλοεθνέσιν ἄγνωστα, συμφεύγουσιν εἰς τὴν χώραν ταύτην ἀκινδύνως. αὐτοὶ μὲν γὰρ εἰδότες τὰ κατακεκρυμμένα τῶν ὑδάτων, καὶ ταῦτ´ ἀνοίγοντες, χρῶνται δαψιλέσι ποτοῖς· οἱ δὲ τούτους ἐπιδιώκοντες ἀλλοεθνεῖς σπανίζοντες τῆς ὑδρείας διὰ τὴν ἄγνοιαν τῶν φρεάτων, οἱ μὲν ἀπόλλυνται διὰ τὴν σπάνιν τῶν ὑδάτων, οἱ δὲ πολλὰ κακοπαθήσαντες μόγις εἰς τὴν οἰκείαν σώζονται. διόπερ οἱ ταύτην τὴν χώραν κατοικοῦντες Ἄραβες, ὄντες δυσκαταπολέμητοι, διατελοῦσιν

Copyright © 2007-2021 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2021 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2021-03-04 10:56:05 - flow version _RPTC_G1.1