La Grecia dopo le guerre persiane - versione greco Diodoro Siculo da Gymnasion

LA GRECIA DOPO LE GUERRE PERSIANE VERSIONE DI GRECO di Diodoro Siculo TRADUZIONE dal libro Gymnasion

Η Ξερξου του Περσων βασιλεως επι την Ελλαδα στρατεια δια το μεγεθος των δυναμεων τον μεγιστον ενεποιησε φοβον τοις Ελλησιν. Του δε πολεμου παρα την προσδοκιαν το τελος λαβοντος, ου μονον των κινδυνων απελυθησαν οι την Ελλαδα κατοικουντες, αλλα και δοξαν μεγαλην κατεκτησαντο, και τοσαυτης ευποριας επληρωθη πασα πολις Ελληνις, ωστε παντας θαυμασαι την ες τουναντιον μεταβολην.

Απο γαρ τουτων των χρονων επι ετη τριακοντα πολλην επιδοσιν ελαβεν η Ελλας προς ευδαιμονιαν. Εν τουτοις γαρ τοις χρονοις αι τε τεχναι δια την ευποριαν ηυξηθησαν, και τοτε μεγιστοι τεχνιται εγενηθησαν, ων εστι Φειδιας ο αγαλματοποιος.

Ομοιως δε και τα κατα την παιδειαν επι πολυ προυβαινε, και η φιλοσοφια προετιμηθη και η ρητορικη τεχνη παρα πασι μεν τοις Ελλησι, μαλιστα δε τοις Αθηναιοις.

Copyright © 2007-2021 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2021 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2021-03-04 10:56:24 - flow version _RPTC_G1.1