La nascita di Dioniso - Diodoro Siculo

φησὶ δ´ οὖν Ἄμμωνα βασιλεύοντα τοῦ μέρους τῆς Λιβύης Οὐρανοῦ γῆμαι θυγατέρα τὴν προσαγορευομένην Ῥέαν, ἀδελφὴν οὖσαν Κρόνου τε καὶ τῶν ἄλλων Τιτάνων. ἐπιόντα δὲ τὴν βασιλείαν εὑρεῖν πλησίον τῶν Κεραυνίων καλουμένων ὀρῶν παρθένον τῷ κάλλει διαφέρουσαν Ἀμάλθειαν ὄνομα. ἐρασθέντα δ´ αὐτῆς καὶ πλησιάσαντα γεννῆσαι παῖδα τῷ τε κάλλει καὶ τῇ ῥώμῃ θαυμαστόν, καὶ τὴν μὲν Ἀμάλθειαν ἀποδεῖξαι κυρίαν τοῦ σύνεγγυς τόπου παντός, ὄντος τῷ σχήματι παραπλησίου κέρατι βοός, ἀφ´ ἧς αἰτίας Ἑσπέρου κέρας προσαγορευθῆναι· διὰ δὲ τὴν ἀρετὴν τῆς χώρας εἶναι πλήρη παντοδαπῆς ἀμπέλου καὶ τῶν ἄλλων δένδρων τῶν ἡμέρους φερόντων καρπούς. τῆς δὲ προειρημένης γυναικὸς τὴν δυναστείαν παραλαβούσης, ἀπὸ ταύτης τὴν χώραν Ἀμαλθείας κέρας ὀνομασθῆναι· διὸ καὶ τοὺς μεταγενεστέρους ἀνθρώπους διὰ τὴν προειρημένην αἰτίαν τὴν κρατίστην γῆν καὶ παντοδαποῖς καρποῖς πλήθουσαν ὡσαύτως Ἀμαλθείας κέρας προσαγορεύειν. τὸν δ´ οὖν Ἄμμωνα φοβούμενον τὴν τῆς Ῥέας ζηλοτυπίαν κρύψαι τὸ γεγονός, καὶ τὸν παῖδα λάθρᾳ μετενεγκεῖν εἴς τινα πόλιν Νῦσαν, μακρὰν ἀπ´ ἐκείνων τῶν τόπων ἀπηρτημένην.

release check: 2020-11-24 00:16:07 - flow version _RPTC_G1.1