La rivolta servile in Sicilia - Diodoro Siculo versione greco hellenikon phronema

Εν τουτω δε Κλεων τις Κιλιξ αλλων δουλων αποστασεως ηρξε. Και παντων ταις ελπισι μετεωρισθεντων ως αντιπολεμησει τα στασιασαντα προς αλληλους και αυτοι εαυτους οι αποσταται διαφθειροντες ελευθερω· σουσι την Σικελιαν της στασεως, παρα δοξαν αλληλοις συνεβησαν, του Κλεωνος υποταγεντος ψιλω του Ευνου προσταγματι και την του στρατηγου οια δη βασιλει χρειαν αποπληρουντος, εχοντος οικειον πληθος στρατιωτων πεντακισχιλιων ημεραι δ' εγγυς ησαν απο της αποστασεως τριακοντα.

Και μετα βραχυ εκ Ρωμης ηκοντι στρατηγω Λευκιω Υψαιω, εχοντι στρατιωτας εκ Σικελιας οκτακισχιλιους, εις πολεμον κατασταντες οι αποσταται ενικησαν, πληθος οντες δισμυριοι. Μετ' ου πολυ δε αθροιζεται το συστημα αυτων εις μυριαδας εικοσι, και πολλοις τοις προς Ρωμαιους πολεμοις ενευδοκιμησαντες ελαττον αυτοι επταιον.

LEGGI QUI

Copyright © 2007-2021 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2021 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2021-03-04 10:55:49 - flow version _RPTC_G1.1