La scoperta dell'oracolo Delfico - Diodoro Siculo versione greco Phrasis

Λέγεται γάρ τὸ παλαιὸν αἶγας εὑρεῖν τὸ μαντεῖον· οὗ χάριν αἰξί μάλιστα χρηστηριάζονται μέχρι τοῦ νῦν οἱ Δελφοί.

Τόν δέ τρόπον τῆς εὑρέσεως γενέσθαι φασì τοιοῦντον. Ὄντος χάσματος ἐν τούτῳ τῷ τόπῳ καθ' ὃν ἐστι νῦν τοῦ ἱεροῦ το καλούμενον ἂδυτον, και περì τουτο νενομένων αἰγῶν διά τò μήπω κατοικεῖσθαι τους Δελφούς αἰεί τήν προσιοῦσαν τῷ χάσματι και προσβλέψασαν αὐτῷ σκιρτᾶν θαυμαστῶς και προΐεσθαι φωνήν διάφορον ἢ πρότερον ειώθει φθέγγεσθαι. Τον δ' επιστατοῦντα ταις αἰξί θαυμάσαι τὸ παράδοξον και προσελθόντα τω χάσματι και κατιδόντα οἷόνπερ ἦν ταὐτό παθεῖν ταις αἰξίν· εκείνας τε γαρ ὄμοια ποιεῖν τοις ενθουσιάζουσι και τοῦτον προλέγειν τά μέλλοντα γίνεσθαι. Μετά δέ ταῦτα της φήμης παρά τοις εγχωρίοις διαδοθείσης περì του πάθους των προσιόντων τῷ χάσματι πλείους απαντᾶν επì τον τόπον· διά δέ τό παράδοξον πάντων αποπειρωμένων τους αιεί πλησιάζοντας ενθουσιάζειν. Δι ' ἃς αιτίας θαυμαστωθῆναί τε τό μαντεῖον και νομισθῆναι της Γῆς εἶναι τό χρηστήριον.

traduzione dal libro phrasis numero 478 pagina 299

Copyright © 2007-2021 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2021 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2021-03-04 10:55:49 - flow version _RPTC_G1.1