L'Egitto dono del Nilo - versione greco Diodoro Siculo

L'Egitto dono del Nilo
versione grecoDiodoro Siculo
versione pagina 99 n 38 libro Saphèneia

πραεῖαν δὲ τοῦ Νείλου τὴν ῥύσιν ποιουμένου, καὶ γῆν πολλὴν καὶ παντοδαπὴν καταφέροντος, ἔτι δὲ κατὰ τοὺς κοίλους τόπους λιμνάζοντος, ἕλη γίνεται πάμφορα.

ῥίζαι γὰρ ἐν αὐτοῖς φύονται παντοδαπαὶ τῇ γεύσει καὶ καρπῶν καὶ καυλῶν ἰδιάζουσαι φύσεις, πολλὰ συμβαλλόμεναι τοῖς ἀπόροις τῶν ἀνθρώπων καὶ τοῖς ἀσθενέσι πρὸς αὐτάρκειαν. οὐ γὰρ μόνον τροφὰς παρέχονται ποικίλας καὶ πᾶσι τοῖς δεομένοις ἑτοίμας καὶ δαψιλεῖς, ἀλλὰ καὶ τῶν ἄλλων τῶν εἰς τὸ ζῆν ἀναγκαίων οὐκ ὀλίγα φέρουσι βοηθήματαˇ λωτός τε γὰρ φύεται πολύς, ἐξ οὗ κατασκευάζουσιν ἄρτους οἱ κατ´ Αἴγυπτον δυναμένους ἐκπληροῦν τὴν φυσικὴν τοῦ σώματος ἔνδειαν, τό τε κιβώριον δαψιλέστατον ὑπάρχον φέρει τὸν καλούμενον Αἰγύπτιον κύαμον.

ἔστι δὲ καὶ δένδρων γένη πλείονα, καὶ τούτων αἱ μὲν ὀνομαζόμεναι περσαῖαι καρπὸν διάφορον ἔχουσι τῇ γλυκύτητι, μετενεχθέντος ἐξ Αἰθιοπίας ὑπὸ Περσῶν τοῦ φυτοῦ καθ´ ὃν καιρὸν Καμβύσης ἐκράτησεν ἐκείνων τῶν τόπωνˇ

Versione da altro libro

Οί Αιγύπτιοι τόν Νεΐλον τον ποταμόν ώσπερ θεόν σέβονταν. Ό Νείλος γας, κομιςει εν τοις ρείθροις πηλόν ώφέλιμον τοις άγροις. "Οτε ό ποταμός πλέως εστίν, τας άκτάς αναβαίνει, τά πεδία καταποντίζει και τον πηλόν επι των αγρών καταλείπει. Ό δέ πηλός την γήν ζείδωρον ποιεί ποιέεν και οι αγροί άφθονους θερισμούς έκφέρουσιν. Διό οι Αιγύπτιοι κελευθους τοις του Νείλου ρείθροις παρασκευάζουσιν ούτω τά ρείθρα διαρρέουσιν τάόλα πεδία. Δικαίως ούν ή Αίγυπτος δώρον τοϋ Νείλου ονομάζεται· ό ποταμός γαρ βίον και πλουτον τοις οίκηταΤς παρέχει. Οί γεωργοί μεν εργάζονται έν τοις άγροΐς μάλιστα τω του θερισμοΰ καιρώ εν δέ τοις λοιποις χρόνοις τοΐ: ένιαυτοϋ βουλή των Αιγυπτίων δεσποτών θαυμάσια μνημεία οίκοδομουσν τά δέ πυραμίδες ονομάζονται.

Il link di traduzione contiene anche la versione l'Egitto dono del Nilo libro Elafroteron

Copyright © 2007-2019 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2019 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2019-03-29 22:43:21