Mangiatori di legno e mangiatori di semi

Ἑπόμενοι δὲ τούτοις εἰσὶν οἵ τε Ὑλοφάγοι καὶ οἱ Σπερματοφάγοι καλούμενοι. τούτων δ' οἱ μὲν ὑπὸ τὴν θερείαν τὸν πίπτοντα καρπὸν ἀπὸ τῶν δένδρων ὄντα πολὺν ἀθροίζοντες ἀπόνως διατρέφονται, κατὰ δὲ τὸν ἄλλον καιρὸν τῆς βοτάνης τῆς ἐν ταῖς σκιαζομέναις συναγκείαις φυομένης προσφέρονται τὴν προσηνεστάτην· στερεὰ γὰρ οὖσα τὴν φύσιν, καὶ καυλὸν ἔχουσα παραπλήσιον ταῖς λεγομέναις βουνιάσιν, ἐκπληροῖ τὴν τῆς ἀναγκαίας τροφῆς ἔνδειαν. οἱ δὲ Ὑλοφάγοι μετὰ τέκνων καὶ γυναικῶν ἐπὶ τὰς νομὰς ἐξιόντες ἀναβαίνουσιν ἐπὶ τὰ δένδρα καὶ τοὺς ἁπαλοὺς τῶν ἀκρεμόνων προσφέρονται. τοιαύτην δ' ἐκ τῆς συνεχοῦς μελέτης τὴν ἐπ' ἄκρους τοὺς κλάδους ἀναδρομὴν ποιοῦνται πάντες ὥστε ἄπιστον εἶναι τὸ γινόμενον· καὶ γὰρ μεταπηδῶσιν ἀφ' ἑτέρου ἐφ' ἕτερον δένδρον ὁμοίως τοῖς ὀρνέοις, καὶ τὰς ἀναβάσεις ἐπὶ τῶν λεπτοτάτων κλάδων ποιοῦνται χωρὶς κινδύνων. καὶ πάντα δὲ κλάδον ἔγχυλον τοῖς ὀδοῦσι κατεργαζόμενοι πέττουσιν εὐκόπως ταῖς κοιλίαις. ἀεὶ βιοῦσι γυμνοὶ μὲν ἐσθῆτος, κοιναῖς δὲ χρώμενοι γυναιξὶν ἀκολούθως καὶ τοὺς γεννηθέντας παῖδας κοινοὺς ἡγοῦνται.

text-align: justify;">Aldilà di questi ci sono i Mangiatori di legno ed i Mangiatori di semi.

release check: 2020-11-24 00:16:08 - flow version _RPTC_G1.1