Un modello di virtù politica Solone - Versione greco di Diodoro Siculo da Sapheneia

Un modello di virtù politica: Solone VERSIONE DI GRECO di Diodoro Siculo TRADUZIONE dal libro Sapheneia

ἦν δὲ καὶ Σόλων πατρὸς μὲν Ἐξηκεστίδου, τὸ γένος ἐκ Σαλαμῖνος τῆς Ἀττικῆς, σοφίᾳ δὲ καὶ παιδείᾳ πάντας τοὺς καθ᾽ ἑαυτὸν ὑπερβεβληκώς. φύσει δὲ πρὸς ἀρετὴν τῶν ἄλλων πολὺ διαφέρων ἐζήλωσεν ἀρετὴν ἐπαινουμένην: πᾶσι γὰρ τοῖς μαθήμασι πολὺν χρόνον ἐνδιατρίψας ἀθλητὴς ἐγένετο πάσης ἀρετῆς. κατὰ μὲν γὰρ τὴν τοῦ παιδὸς ἡλικίαν παιδευταῖς ἐχρήσατο τοῖς ἀρίστοις, ἀνδρωθεὶς δὲ συνδιέτριψε τοῖς μεγίστην ἔχουσι δύναμιν ἐπὶ φιλοσοφίᾳ. διὸ καὶ τούτοις ὁμιλῶν καὶ συνδιατρίβων ὠνομάσθη μὲν εἷς τῶν ἑπτὰ σοφῶν καὶ τὸ πρωτεῖον τῆς συνέσεως οὐ μόνον παρὰ τούτοις τοῖς ἀνδράσιν, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς θαυμαζομένοις ἀπηνέγκατο.

ὅτι ὁ αὐτὸς Σόλων, ἐν τῇ νομοθεσίᾳ μεγάλην δόξαν περιποιησάμενος, ἐν ταῖς ἰδιωτικαῖς ὁμιλίαις καὶ ἀποκρίσεσιν, ἔτι δὲ συμβουλίαις, θαυμαστὸς ἐτύγχανε διὰ τὴν ἐν παιδείᾳ προκοπήν.

segue... in altro libro (quella di sapheneia si ferma sopra)

ὅτι ὁ αὐτὸς Σόλων, τὴν ὅλην ἀγωγὴν τῆς πόλεως ἐχούσης Ἰωνικήν, καὶ διὰ τὴν τρυφὴν καὶ τὴν ῥᾳστώνην ἐκτεθηλυμμένων τῶν ἀνθρώπων, μετέθηκε τῇ συνηθείᾳ πρὸς ἀρετὴν καὶ ζῆλον τῶν ἀνδρείων πράξεων.

Copyright © 2007-2021 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2021 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2021-03-04 10:56:24 - flow version _RPTC_G1.1