Detti di Aristotele - versione greco Diogene Laerzio

DETTI DI ARISTOTELE
VERSIONE DI GRECO di Diogene Laerzio

Τῆς παιδείας ἔφη τὰς μὲν ῥίζας εἶναι πικράς, τὸν δὲ καρπὸν γλυκύν.

Ἐρωτηθεὶς τί γηράσκει ταχύ, « χάρις, » ἔφη. Ἐρωτηθεὶς τί ἐστιν ἐλπίς, « Ἐγρηγορότος, » εἶπεν, « ἐνύπνιον. » Διογένους ἰσχάδ' αὐτῷ διδόντος νοήσας ὅτι, εἰ μὴ λάβοι, χρείαν εἴη μεμελετηκώς, λαβὼν ἔφη Διογένην μετὰ τῆς χρείας καὶ τὴν ἰσχάδα ἀπολωλεκέναι· πάλιν τε διδόντος λαβὼν καὶ μετεωρίσας ὡς τὰ παιδία εἰπών τε « Μέγας Διογένης, » ἀπέδωκεν αὐτῷ. Τριῶν ἔφη δεῖν παιδείᾳ, φύσεως, μαθήσεως, ἀσκήσεως. Ἀκούσας ὑπό τινος λοιδορεῖσθαι, « Ἀπόντα με, » ἔφη, « καὶ μαστιγούτω. » Τὸ κάλλος παντὸς ἔλεγεν ἐπιστολίου συστατικώτερον.

Οἱ δὲ τοῦτο μὲν Διογένην φασὶν ὁρίσασθαι, αὐτὸν δὲ θεοῦ δῶρον εἰπεῖν εὐμορφίαν· Σωκράτην δὲ ὀλιγοχρόνιον τυραννίδα· Πλάτωνα προτέρημα φύσεως· Θεόφραστον σιωπῶσαν ἀπάτην· Θεόκριτον ἐλεφαντίνην ζημίαν· Καρνεάδην ἀδορυφόρητον βασιλείαν. Ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, « ὅσῳ, » εἶπεν, « οἱ ζῶντες τῶν τεθνεώτων. » Τὴν παιδείαν ἔλεγεν ἐν μὲν ταῖς εὐτυχίαις εἶναι κόσμον, ἐν δὲ ταῖς ἀτυχίαις καταφυγήν.

Τῶν γονέων τοὺς παιδεύσαντας ἐντιμοτέρους εἶναι τῶν μόνον γεννησάντων· τοὺς μὲν γὰρ τὸ ζῆν, τοὺς δὲ τὸ καλῶς ζῆν παρασχέσθαι. Πρὸς τὸν καυχώμενον ὡς ἀπὸ μεγάλης πόλεως εἴη, « Οὐ τοῦτο, » ἔφη, « δεῖ σκοπεῖν, ἀλλ' ὅστις μεγάλης πατρίδος ἄξιός ἐστιν. » Ἐρωτηθεὶς τί ἐστι φίλος, ἔφη, « Μία ψυχὴ δύο σώμασιν ἐνοικοῦσα. » Τῶν ἀνθρώπων ἔλεγε τοὺς μὲν οὕτω φείδεσθαι ὡς ἀεὶ ζησομένους, τοὺς δὲ οὕτως ἀναλίσκειν ὡς αὐτίκα τεθνηξομένους

Copyright © 2007-2018 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and Jan Janikowski 2010-2018 ©. All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2018-11-07 15:48:43