buon giorno...come va?? spero tutto bene

mi servirebbe una mano per queste frasi, potreste aiutarmi???
πολλὰ τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἄλλα κατηγορηκότος αὐτοῦ καὶ κατεψευσμένου, μάλιστ’ ἐθαύμασα πάντων ὅτε τῶν συμβεβηκότων τότε τῇ πόλει μνησθεὶς οὐχ ὡς ἂν εὔνους καὶ δίκαιος πολίτης ἔσχε τὴν γνώμην οὐδ’ ἐδάκρυσεν, οὐδ’ ἔπαθεν τοιοῦτον οὐδὲν τῇ ψυχῇ, ἀλλ’ ἐπάρας τὴν φωνὴν καὶ γεγηθὼς καὶ λαρυγγίζων ᾤετο μὲν ἐμοῦ κατηγορεῖν δηλονότι, δεῖγμα δ’ ἐξέφερεν καθ’ ἑαυτοῦ ὅτι τοῖς γεγενημένοις ἀνιαροῖς οὐδὲν ὁμοίως ἔσχε τοῖς ἄλλοις.
292
καίτοι τὸν τῶν νόμων καὶ τῆς πολιτείας φάσκοντα φροντίζειν, ὥσπερ οὗτος νυνί, καὶ εἰ μηδὲν ἄλλο, τοῦτό γ’ ἔχειν δεῖ, ταὐτὰ λυπεῖσθαι καὶ ταὐτὰ χαίρειν τοῖς πολλοῖς, καὶ μὴ τῇ προαιρέσει τῶν κοινῶν ἐν τῷ τῶν ἐναντίων μέρει τετάχθαι· ὃ σὺ νυνὶ πεποιηκὼς εἶ φανερός, ἐμὲ πάντων αἴτιον καὶ δι’ ἔμ’ εἰς πράγματα φάσκων ἐμπεσεῖν τὴν πόλιν, οὐκ ἀπὸ τῆς ἐμῆς πολιτείας οὐδὲ προαιρέσεως ἀρξαμένων ὑμῶν τοῖς Ἕλλησι βοηθεῖν,
293
ἐπεὶ ἔμοιγ’ εἰ τοῦτο δοθείη παρ’ ὑμῶν, δι’ ἔμ’ ὑμᾶς ἠναντιῶσθαι τῇ κατὰ τῶν Ἑλλήνων ἀρχῇ πραττομένῃ, μείζων ἂν δοθείη δωρειὰ συμπασῶν ὧν τοῖς ἄλλοις δεδώκατε. ἀλλ’ οὔτ’ ἂν ἐγὼ ταῦτα φήσαιμι (ἀδικοίην γὰρ ἂν ὑμᾶς), οὔτ’ ἂν ὑμεῖς εὖ οἶδ’ ὅτι συγχωρήσαιτε· οὗτός τ’ εἰ δίκαι’ ἐποίει, οὐκ ἂν εἵνεκα τῆς πρὸς ἔμ’ ἔχθρας τὰ μέγιστα τῶν ὑμετέρων καλῶν ἔβλαπτε καὶ διέβαλλεν.
para
294
ἀλλὰ τί ταῦτ’ ἐπιτιμῶ, πολλῷ σχετλιώτερ’ ἄλλα κατηγορηκότος αὐτοῦ καὶ κατεψευσμένου
grazie sempre in anticipo per la vostra disponibilità..