da pakko » 25 set 2020, 13:51
Κίμων ὁ Ἀθηναῖος μάλα ἐσθλός τε καὶ γενναῖος πολίτης ἐνομίζετο. Τῷ δὲ γὰρ ἐλέγετο πολλοὺς ἀγροὺς καὶ κήπους εἶναι, ἀλλ’ἐκεῖ αὐτὸν οὔτε φύλακας οὔτε σκόλοπας τιθέναι· οὕτως γὰρ ῥαδίως τοῖς πένησι τοὺς ἐν ταῖς χώραις αὐτοῦ καρποὺς ὀπωρίζειν (ὀπωρίζω = “cogliere”, “raccogliere”) δυνατὸν ἦν. Ἔτι δὲ ὁ Κίμων, τὴν οἰκίαν κοινὴν παρέχων τοῖς πολίταις, δεῖπνον ἀεὶ μέτριον ἐκέλευεν παρασκευάζεσθαι καὶ εἰς τὴν κοινὴν τράπεζαν τοὺς τῶν Ἀθηναίων βρώματος (βρῶμα, -τος = “cibo”, “alimento”) ἀπόρους καλεῖσθαι. Λέγεται δὲ ὅτι σὺν αὐτῷ ἦσαν μὲν ἀεὶ παῖδες κέρματα (κέρμα -τος = “moneta”) ἔχοντες τοῦ διανέμειν ἕνεκα τοῖς δεομένοις (“ai bisognosi”). Τὸν Κίμονα δὲ μυθολογοῦσι, ὁπότε (“quando”, cong.) ἐνετύγχανε πολίτῃ τρυχηρὰν (τρυχηρός -ά -όν = “lacero”, “cencioso”) ἐσθῆτα ἐνδύοντι, τῷ ἀνθρώπῳ ἐπιτάσσειν ἐκδύειν καὶ παρὰ τῶν παίδων νέαν ἀντιλαμβάνειν (ἀντιλαμβάνω = “prendere in cambio”). Μετὰ δὲ τὸν αὐτοῦ θάνατον διὰ τὰς ἀρετὰς καὶ μάλιστα τὴν γενναιότητα οἱ Ἀθηναῖοι μάλα αὐτὸν ἐπόθουν.