Μὴ γελάσω οὖν, ὦ Ἀλέξανδρε, ὁρῶν καὶ ἐν ᾅδου
ἔτι σε μωραίνοντα καὶ ἐλπίζοντα Ἄνουβιν ἢ Ὄσι-
ριν γενήσεσθαι; πλὴν ἀλλὰ ταῦτα μέν, ὦ θειότατε,
μὴ ἐλπίσῃς· οὐ γὰρ θέμις ἀνελθεῖν τινα τῶν
ἅπαξ διαπλευσάντων τὴν λίμνην καὶ εἰς τὸ εἴσω
τοῦ στομίου παρελθόντων· οὐ γὰρ ἀμελὴς ὁ
Αἰακὸς οὐδὲ ὁ Κέρβερος εὐκαταφρόνητος.
ἐκεῖνο
δέ γε ἡδέως ἂν μάθοιμι παρὰ σοῦ, πῶς
φέρεις, ὁπόταν ἐννοήσῃς ὅσην εὐδαιμονίαν ὑπὲρ
γῆς ἀπολιπὼν ἀφῖξαι, σωματοφύλακας καὶ ὑπα-
σπιστὰς καὶ σατράπας καὶ χρυσὸν τοσοῦτον καὶ
ἔθνη προσκυνοῦντα καὶ Βαβυλῶνα καὶ Βάκτρα καὶ
τὰ μεγάλα θηρία καὶ τιμὴν καὶ δόξαν καὶ τὸ
ἐπίσημον εἶναι ἐξελαύνοντα διαδεδεμένον ταινίᾳ
λευκῇ τὴν κεφαλὴν πορφυρίδα ἐμπεπορπημένον. οὐ
λυπεῖ ταῦτά σε ὑπὲρ τὴν μνήμην ἰόντα; τί
δακρύεις, ὦ μάταιε; οὐδὲ ταῦτά σε ὁ σοφὸς
Ἀριστοτέλης ἐπαίδευσεν
questo è il testo greco la traduzione te l'ho inviata con messaggio privato leggilo