
Μετὰ δὲ ταῦτα Ἡρώδας τις Συρακόσιος ἐν Φοινίκῃ ὢν
μετὰ ναυκλήρου τινός, καὶ ἰδὼν τριήρεις Φοινίσσας, τὰς
μὲν καταπλεούσας ἄλλοθεν, τὰς δὲ καὶ αὐτοῦ πεπληρω-
μένας, τὰς δὲ καὶ ἔτι κατασκευαζομένας, προσακούσας δὲ
καὶ τοῦτο, ὅτι τριακοσίας αὐτὰς δέοι γενέσθαι, ἐπιβὰς ἐπὶ
τὸ πρῶτον ἀναγόμενον πλοῖον εἰς τὴν Ἑλλάδα ἐξήγγειλε
τοῖς Λακεδαιμονίοις ὡς βασιλέως καὶ Τισσαφέρνους τὸν
στόλον τοῦτον παρασκευαζομένων· ὅποι δὲ οὐδὲν ἔφη
εἰδέναι. ἀνεπτερωμένων δὲ τῶν Λακεδαιμονίων καὶ τοὺς
συμμάχους συναγόντων καὶ βουλευομένων τί χρὴ ποιεῖν,
Λύσανδρος νομίζων καὶ τῷ ναυτικῷ πολὺ περιέσεσθαι τοὺς
Ἕλληνας καὶ τὸ πεζὸν λογιζόμενος ὡς ἐσώθη τὸ μετὰ
Κύρου ἀναβάν, πείθει τὸν Ἀγησίλαον ὑποστῆναι, ἂν αὐτῷ
δῶσι τριάκοντα μὲν Σπαρτιατῶν, εἰς δισχιλίους δὲ τῶν
νεοδαμώδων, εἰς ἑξακισχιλίους δὲ τὸ σύνταγμα τῶν συμ-
μάχων, στρατεύεσθαι εἰς τὴν Ἀσίαν. πρὸς δὲ τούτῳ τῷ
λογισμῷ καὶ αὐτὸς συνεξελθεῖν αὐτῷ ἐβούλετο, ὅπως τὰς
δεκαρχίας τὰς κατασταθείσας ὑπ’ ἐκείνου ἐν ταῖς πόλεσιν,
ἐκπεπτωκυίας δὲ διὰ τοὺς ἐφόρους, οἳ τὰς πατρίους πολιτείας
παρήγγειλαν, πάλιν καταστήσειε μετ’ Ἀγησιλάου