ciao! mi servirebbe una versione di greco... entro lunedì se possibile
TITOLO: Bello da morire!
AUTORE: Alcifrone
LIBRO:ἄλφα βῆτα γράμματα 2 (pag 117 n 25)
INIZIO: Οὐκέτ' εἰμὶ ἐν ἐμαυτῇ, ὦ μῆτερ, οὐδὲ ἀνέχομαι γήμασθαι ᾧ με κατεγγυήσειν.....
FINE: ......ἀλλ' ἀπò τῶν Πειραΐκῶν προβόλων ἐμαυτὴν εἰς τò κλυδώνιον ὤσω
Γλαυκίππη Χαρόπῃ.
Οὐκέτ᾽ εἰμὶ ἐν ἐμαυτῇ, ὦ μῆτερ, οὐδὲ ἀνέχομαι
γήμασθαι ᾧ με κατεγγυήσειν ἐπηγγείλατο ἔναγχος ὁ
πατήρ, τῷ Μηθυμναίῳ μειρακίῳ τῷ παιδὶ τοῦ κυβερ-
νήτου, ἐξ ὅτου τὸν ἀστικὸν ἔφηβον ἐθεασάμην τὸν
ὠσχοφόρον, ὅτε με ἄστυδε προὔτρεψας ἀφικέσθαι Ὠσχο-
φορίων ὄντων. καλὸς γάρ ἐστι, καλός, ὦ μῆτερ, καὶ
ἥδιστος, καὶ βοστρύχους ἔχει βρύων οὐλοτέρους, καὶ
μειδιᾷ τῆς θαλάττης γαληνιώσης χαριέστερον, καὶ τὰς
βολὰς τῶν ὀφθαλμῶν ἐστι κυαναυγής, οἷος τὸ πρῶτον
ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων ὁ πόντος καταλαμπόμενος
φαίνεται. τὸ δὲ ὅλον πρόσωπον αὐτοῦ - ἐνορχεῖσθαι
ταῖς παρειαῖς εἴποις ἂν τὰς Χάριτας τὸν Ὀρχομενὸν
ἀπολιπούσας καὶ τῆς Ἀργαφίας κρήνης ἀπονιψαμένας·
τὼ χείλη δὲ τὰ ῥόδα τῆς Ἀφροδίτης ἀποσυλήσας τῶν
κόλπων διήνθισται ἐπὶ τῶν ἄκρων ἐπιθέμενος. ἢ τού-
τῳ μιγήσομαι ἢ τὴν Λεσβίαν μιμησαμένη Σαπφὼ οὐκ
ἀπὸ τῆς Λευκάδος πέτρας, ἀλλ᾽ ἀπὸ τῶν Πειραϊκῶν
προβόλων ἐμαυτὴν εἰς τὸ κλυδώνιον ὤσω.