Τὶς οὐκ ἄν θαυμάσειε Παυσανίου τὴν ἄνοιαν, ὅς εὐεργέτης γενόμενος τῆς Ἑλλάδος καὶ νικήσας τὴν ἐν Πλαταιαῖς μάχην καὶ πολλὰς ἄλλας ἐπαινουμένας πράξεις ἐπιτελεσάμενος, οὐχ ὅπως τὸ παρὸν ἀξίωμα διεφύλαξεν, ἀλλ᾿ἀγαπήσας τῶν Περσῶν τὸν πλοῦτον καὶ τὴν τρυφὴν, ἅπασαν τὴν προϋπάρχουσαν εὐδοξίαν κατῄσχυνεν; Ἐπαρθεὶς γὰρ ταῖς εὐτυχίαις τὴν μὲν Λακωνικὴν ἀγωγὴν ἐστύγησε, τὴν δὲ τῶν Περσῶν ἀκολασίαν καὶ τρυφὴν ἐμιμήσατο, ὅν ἥκιστα ἐχρῆ ζηλῶσαι τὰ τῶν βαρβάρων ἐπιτηδεύματα.
la traduzione la trovi sul nostro sito cliccando:
/diodoro-siculo/pausania-diventa-amante-del-lusso.html