
Ὁ δὲ Νόμας ἀφικομένων ὡς αὐτὸν τούτων τῶν καλούντων ἐπὶ τὴν ἡγεμονίαν, τέως μὲν ἀντέλεγε καὶ μέχρι πολλοῦ διέμεινεν ἀπομαχόμενος μὴ λαβεῖν τὴν ἀρχήν, ὡς δὲ οἵ τε ἀδελφοὶ προσέκειντο λιπαροῦντες καὶ τελευτῶν ὁ πατὴρ οὐκ ἠξίου τηλικαύτην τιμὴν διδομένην ἀπωθεῖσθαι, συνέγνω γενέσθαι βασιλεύς·
Τοῖς δὲ Ῥωμαίοις πυθομένοις ταῦτα παρὰ τῶν πρεσβευτῶν, πρὶν ὄψει τὸν ἄνδρα ἰδεῖν πολὺς αὐτοῦ παρέστη πόθος, ἱκανὸν ἡγουμένοις τεκμήριον εἶναι τῆς σοφίας, εἰ τῶν ἄλλων ὑπὲρ τὸ μέτριον ἐκτετιμηκότων βασιλείαν καὶ τὸν εὐδαίμονα βίον ἐν ταύτῃ τιθεμένων μόνος ἐκεῖνος ὡς φαύλου τινὸς καὶ οὐκ ἀξίου σπουδῆς πράγματος καταφρονεῖ, παραγενομένῳ τε ὑπήντων ἔτι καθ´ ὁδὸν ὄντι σὺν ἐπαίνῳ πολλῷ καὶ ἀσπασμοῖς καὶ ταῖς ἄλλαις τιμαῖς παραπέμποντες εἰς τὴν πόλιν.