da Summus Finis » 3 nov 2010, 16:50
La versione si intitola '' L'educazione di Ciro'' da Senofonte. Ora posterò il testo! :D
Κῦρος ὁ ἀνὴρ ἦν τῶν Περσῶν τῶν μετὰ Κῦρον τὸν ἀρχαῖον βασιλικώτατός τε καὶ ἄρχειν ἀξιώτατος, ὡς παρὰ πάντων ὁμολογεῖται. Πρῶτον μὲν γὰρ ἔτι παῖς ὤν, ὅτ' ἐπαιδεύετο καὶ σὺν τῷ ἀδελφῷ καὶ σὺν ἄλλοις παισί, πάντων ὡς κράτιστος ἐνομίζετο· πάντες γὰρ οἱ τῶν ἀρίστων Περσῶν παῖδες ἐπὶ ταῖς βασιλέως θύραις παιδεύονται·τῶν παίδων οἱ μὲν τιμῶνται ὑπὸ βασιλέως, οἱ δ'ἀτιμάζονται, οὕτως εὐθὺς παῖδες ὄντες μανθάνουσιν ἄρχειν τε καὶ ἄρχεσθαι. Ἔνθα Κῦρος αἰδημονέστατος μὲν πρῶτον τῶν ἡλικιωτῶν ἐδόκει εἶναι, πειθόμενος τοῖς πρεσβυτέροις·ἔπειτα δὲ φιλιππότατος καὶ τοῖς ἵπποις ἄριστα ἐχρῆτο.Ἐκρίνετο δὲ καὶ τῶν εἰς τὸν πόλεμον ἔργων, τοξικῆς τε καὶ ἀκοντίσεως,φιλομαθέστατος καὶ μελετηρότατος. Ἐπεὶ δὲ τῇ ἡλικίᾳ ἔπρεπε, καὶ φιλοθηρότατος ἦν καὶ πρὸς τὰ θηρία μέντοι φιλοκινδυνότατος.
Grazie mille! ;)