da VeronicaMad » 26 dic 2010, 13:04
scusateeee qualkuno ha la traduzione della versione Nicone brigante traditore di Polieno sta sul libro SAPHENEIA pag 34 n° 18...grazie mille in anticipoo...è urgenteee : Νίκων πειρατὴς ἐκ Φερῶν τῶν ἐν Πελοποννήσῳ
συνεχῶς ὁρμώμενος πολλὰ Μεσηνίους ἠδίκει. Ἀγέ-
μαχος, Μεσηνίων στρατηγὸς, λοχήσας αὐτὸν καὶ ἑλὼν
προήγαγεν ἐς ἐκκλησίαν τῶν Μεσηνίων βασανισθησό-
μενον· ὁ δὲ ὑπέσχετο παραδώσειν αὐτοῖς τὰς Φεράς,
εἰ σῶον αὐτὸν φυλάξειαν. πεισθέντων Μεσηνίων
ἀσέληνον νύκτα παραφυλάξας τοὺς μὲν πολλοὺς ἐκέ-
λευσεν ἀπὸ βραχέος διαστήματος ἕπεσθαι, ὀλίγους δὲ
ἀκολουθεῖν αὐτῷ φορτία μεγάλα σίτου καλάμης ἀρα-
μένους. προσελθὼν δὲ τῷ τείχει περὶ δευτέραν φυλα-
κὴν ἀνεκάλεσε τοὺς φύλακας τὸ σύνθημα εἰπών. τῶν
δὲ καὶ τὴν φωνὴν αὐτοῦ καὶ τὸ σύνθημα γνωρισάν-
των καὶ ἀνοιξάντων τὰς πύλας, οἱ τὰ φορτία φέροντες,
ταῦτα ῥίψαντες, τὰ ξίφη σπασάμενοι τοὺς ἐπὶ τῶν
πυλῶν ἐφόνευσαν· οἱ δὲ κατόπιν ἑπόμενοι συνεισπεσόν-
τες τῆς πόλεως ἐκράτησαν.