
Ἔτι δὲ παιdὸς τοῦ Κάτωνος ὄντος, ἔπραττον οἱ σύμμαχοι τῶν [2] Ῥωμαίων ὅπως μεθέξουσι τῆς ἐν Ῥώμῃ πολιτείας· καί τις Πομπαίδιος Σίλλων, ἀνὴρ πολεμικὸς καὶ μέγιστον ἔχων ἀξίωμα, τοῦ δὲ Δρούσου φίλος, κατέλυσε παρ' αὐτῷ πλείονας ἡμέρας, ἐν αἷς γεγονὼς τοῖς παιδίοις συνήθης, "ἄγ'" εἶπεν "ὅπως ὑπὲρ ἡμῶν δεήσεσθε τοῦ θείου συναγωνίσα[3]σθαι περὶ τῆς πολιτείας." ὁ μὲν οὖν Καιπίων διαμειδιάσας ἐπένευσε, τοῦ δὲ Κάτωνος οὐδὲν ἀποκριναμένου καὶ βλέποντος εἰς τοὺς ξένους ἀτενὲς καὶ βλοσυρόν, ὁ Πομπαίδιος "σὺ δ'" εἶπεν "ἡμῖν ὦ νεανία τί λέγεις; οὐχ [4] οἷος εἶ τοῖς ξένοις συλλαμβάνεσθαι πρὸς τὸν θεῖον ὥσπερ ὁ ἀδελφός;" μὴ φθεγγομένου δὲ τοῦ Κάτωνος, ἀλλὰ τῇ σιωπῇ καὶ τῷ προσώπῳ δοκοῦντος ἀπολέγεσθαι τὴν δέησιν, ἀράμενος αὐτὸν ὁ Πομπαίδιος ὑπὲρ θυρίδος ὡς ἀφήσων, ὁμολογεῖν ἐκέλευεν, ἢ ῥίψειν ἔφασκεν, ἅμα τῇ τε φωνῇ τραχυτέρᾳ χρώμενος, καὶ ταῖς χερσὶν ἀπηρτημένον τὸ σῶμα πολλάκις ὑπὲρ τῆς [5] θυρίδος κραδαίνων. ἐπεὶ δὲ πολὺν χρόνον οὕτω διεκαρτέρησεν ὁ Κάτων ἀνέκπληκτος καὶ ἀδεής, καταθέμενος αὐτὸν ὁ Πομπαίδιος ἡσυχῇ πρὸς τοὺς φίλους εἶπεν· "οἷον εὐτύχημα τῆς Ἰταλίας ὅ<τι> παῖς οὗτός ἐστιν· εἰ δ' ἀνὴρ ἦν, μίαν οὐκ ἂν οἶμαι ψῆφον ἡμῖν ἐν τῷ δήμῳ γενέσθαι
Questa traduzione è visibile ai soli utenti registrati registrati per vederla