da claudia_ax94 » 9 mar 2011, 7:53
Ciao! Mi servirebbe urgentemente la traduzione della versione numero 319 a pag. 396 di κατὰ λόγον, "La vendetta è legale" di Lisia. Inizia così:Έγὼ μὲν γὰρ οἶμαι πάσας τὰς πόλεις διὰ τοῦτο τοὺς νόμους τίθεσθαι... e finisce così: αὕτη γάρ ἐστι πάντων τῶν ἐν τῇ πόλει κυριωτάτη. Grazie mille!
ἐγὼ μὲν γὰρ οἶμαι πάσας τὰς πόλεις διὰ τοῦτο τοὺς νόμους τίθεσθαι, ἵνα περὶ ὧν
ἂν πραγμάτων ἀπορῶμεν, παρὰ τούτους ἐλθόντες σκεψώμεθα ὅ τι ἡμῖν ποιητέον ἐστίν.
οὗτοι τοίνυν περὶ τῶν τοιούτων τοῖς ἀδικουμένοις τοιαύτην δίκην λαμβάνειν παρακελεύονται. οἷς ὑμᾶς ἀξιῶ τὴν αὐτὴν γνώμην ἔχειν· εἰ δὲ μή, τοιαύτην ἄδειαν τοῖς μοιχοῖς ποιήσετε, ὥστε καὶ τοὺς κλέπτας ἐπαρεῖτε φάσκειν μοιχοὺς εἶναι, εὖ εἰδότας ὅτι, ἐὰν ταύτην
τὴν αἰτίαν περὶ ἑαυτῶν λέγωσι καὶ ἐπὶ τούτωι φάσκωσιν εἰς tὰς ἀλλοτρίας οἰκίας εἰσιέναι, οὐδεὶς αὐτῶν ἅψεται. πάντες γὰρ εἴσονται
ὅτι τοὺς μὲν νόμους τῆς μοιχείας χαίρειν ἐᾶν δεῖ, τὴν δὲ ψῆφον τὴν ὑμετέραν δεδιέναι·
αὕτη γάρ ἐστι πάντων
τῶν ἐντῆι πόλει κυριωτάτη