CIRO ATTENTA ALLA VITA DEL FRATELLO Versione greco Plutarco

Messaggioda 94Cucciola94 » 29 mar 2011, 11:48

Mi serve aiuto per questa versione .-. Per favore.
"Ciro attenta alla vita del fratello" di Plutarco, il libro è l'ordine delle parole, la versione inizia con: "Όλιγῳ δ' ὕστερον ἥ τελευτῆσαι Δαρεῖον" e termina con "και δι ' ὀργὴν σπαργῶντα μᾶλλον ἤ πρότερον ἐπί τὴν βασιλ". Grazie.

94Cucciola94

nuovo iscritto
nuovo iscritto
 
Risposte:

Messaggioda giada » 29 mar 2011, 12:10

Ὀλίγῳ δ' ὕστερον ἢ τελευτῆσαι Δαρεῖον, ἐξήλασεν εἰς Πασαργάδας ὁ βασιλεύς, ὅπως τελεσθείη τὴν βασιλικὴν (2) τελετὴν ὑπὸ τῶν ἐν Πέρσαις ἱερέων. Ἔστι δ' <ἐκεῖ> θεᾶς πολεμικῆς ἱερόν, ἣν Ἀθηνᾷ τις <ἂν> εἰκάσειεν. Εἰς τοῦτο δεῖ τὸν τελούμενον παρελθόντα τὴν μὲν ἰδίαν ἀποθέσθαι στολήν, ἀναλαβεῖν δ' ἣν Κῦρος ὁ παλαιὸς ἐφόρει, πρὶν ἢ βασιλεὺς γενέσθαι, καὶ σύκων παλάθης ἐμφαγόντα τερμίνθου κατατραγεῖν, καὶ ποτήριον ἐκπιεῖν ὀξυγάλακτος· εἰ δὲ πρὸς τούτοις ἕτερ' ἄττα δρῶσιν, ἄδηλόν ἐστι τοῖς (3) ἄλλοις. Ταῦτα δρᾶν Ἀρτοξέρξου μέλλοντος, ἀφίκετο Τισσαφέρνης πρὸς αὐτὸν ἄγων ἕνα τῶν ἱερέων, ὃς ἐν παισὶ Κύρου τῆς νομιζομένης ἀγωγῆς ἐπιστάτης γενόμενος καὶ διδάξας μαγεύειν αὐτόν, οὐδενὸς ἧττον ἐδόκει Περσῶν ἀνιᾶσθαι, μὴ ἀποδειχθέντος ἐκείνου βασιλέως· διὸ καὶ (4) πίστιν ἔσχε κατηγορῶν Κύρου. Κατηγόρει δ' ὡς μέλλοντος ἐνεδρεύειν ἐν τῷ ἱερῷ, καὶ ἐπειδὰν ἐκδύηται τὴν ἐσθῆτα (5) ὁ βασιλεύς, ἐπιτίθεσθαι καὶ διαφθείρειν αὐτόν. Οἱ μὲν <οὖν> ἐκ ταύτης τῆς διαβολῆς τὴν σύλληψιν γενέσθαι φασίν, οἱ δὲ καὶ παρελθεῖν τὸν Κῦρον εἰς τὸ ἱερὸν (6) καὶ παραδοθῆναι κρυπτόμενον ὑπὸ τοῦ ἱερέως. Μέλλοντα δ' αὐτὸν ἤδη (ἀπο)θνῄσκειν ἡ μήτηρ περισχοῦσα ταῖς ἀγκάλαις καὶ τοῖς βοστρύχοις περιελίξασα καὶ συλλαβοῦσα τὸν ἐκείνου τράχηλον πρὸς τὸν αὑτῆς ὀδυρομένη πολλὰ καὶ ποτνιωμένη παρῃτήσατο, καὶ κατέπεμψεν αὖθις ἐπὶ θάλατταν, οὐκ ἀγαπῶντα τὴν ἀρχὴν ἐκείνην, οὐδὲ μεμνημένον τῆς διέσεως, ἀλλὰ τῆς συλλήψεως, καὶ δι' ὀργὴν σπαργῶντα μᾶλλον ἢ πρότερον ἐπὶ τὴν βασιλείαν.

clicca qui per la traduzione:

giada

Site Admin
Site Admin
 

Messaggioda 94Cucciola94 » 29 mar 2011, 12:27

Grazie mille! :) grazieate

94Cucciola94

nuovo iscritto
nuovo iscritto
 

Torna a LATINO e GRECO

Copyright © 2007-2025 SkuolaSprint.it di Anna Maria Di Leo P.I.11973461004 | Tutti i diritti riservati - Vietata ogni riproduzione, anche parziale
web-site powered by many open source software and original software by Jan Janikowski 2010-2025 ©.
All trademarks, components, sourcecode and copyrights are owned by their respective owners.

release check: 2024-12-20 23:35:01 - flow version _RPTC_G1.3

Per visualizzare il contenuto richiesto
guarda un breve annuncio pubblicitario.