da grazia20 » 14 apr 2011, 16:27
vi prego potete tradurmi questa versione di Antifone?? vi prego....è troppo urgente e non mi riesce...
ΠΕΡΙ ΤΟΥ ΧΟΡΕΥΤΟΥ
Ἥδιστον μὲν, ὦ ἄνδρες δικασταὶ, ἀνθρώπῳ ὄντι μὴ
γενέσθαι μηδένα κίνδυνον περὶ τοῦ σώματος, καὶ εὐχό-
μενος ἄν τις ταῦτα εὔξαιτο· εἰ _δ᾽_ ἄρα τις καὶ ἀναγ-
κάζοιτο κινδυνεύειν, τοῦτο γοῦν ὑπάρχειν, ὅπερ μέγιστον
ἐγὼ νομίζω ἐν πράγματι τοιούτῳ, αὐτὸν ἑαυτῷ συνειδέναι
μηδὲν ἐξημαρτηκότι, ἀλλ᾽ εἴ τις καὶ συμφορὰ γίγνοιτο,
ἄνευ κακότητος καὶ αἰσχύνης γίγνεσθαι, καὶ τύχῃ μᾶλλον
ἢ ἀδικίᾳ.
Καὶ τοις μὲν νόμοις οἳ κεῖνται περὶ τῶν τοιούτων
πάντες ἂν ἐπαινέσειαν κάλλιστα νόμων _ἁπάντων_ κεῖσθαι
καὶ ὁσιώτατα. Ὑπάρχει μὲν γὰρ αὐτοῖς ἀρχαιοτάτοις
εἶναι ἐν τῇ γῇ ταύτῃ, ἔπειτα τοὺς αὐτοὺς αἰεὶ περὶ τῶν
αὐτῶν, ὅπερ μέγιστον σημεῖον νόμων καλῶς κειμένων· ὁ
χρόνος γὰρ καὶ ἡ ἐμπειρία τὰ μὴ καλῶς ἔχοντα διδάσκει
τοὺς ἀνθρώπους.