Ecco il testo:
'' Πύρρος δ' ὁ βασιλεὺς ὁδεύων ἐνέτυχε κυνὶ φρουροῦντι σῶμα πεφονευμένου, καὶ
πυθόμενος τρίτην ἡμέραν ἐκείνην ἄσιτον παραμένειν καὶ μὴ ἀπολιπεῖν, τὸν μὲν
νεκρὸν ἐκέλευσε θάψαι, τὸν δὲ κύνα μεθ' ἑαυτοῦ ἐκόμισεν. Ὀλίγαις δ' ὕστερον ἡμέραις συντεταγμένων τῶν στρατιωτῶν καὶ καθημένου τοῦ βασιλέως , παρῆν καὶ ὁ κύων ἡσυχίαν ἔχων. ἐπεὶ δὲ τοὺς φονέας τοῦ δεσπότου παριόντας εἶδεν, ἐξέδραμε μετὰ φωνῆς καὶ θυμοῦ
ἐπ' αὐτοὺς καὶ καθυλάκτει πολλάκις μετεστραμμένος πρὸς τὸν Πύῤῥον, ὥστε μὴ μόνον ἐκείνῳ δι ' ὑποψίας, ἀλλὰ καὶ πᾶσι τοῖς παροῦσι τοὺς ἀνθρώπους καταφανεῖς γενέσθαι. Δι ' ὃ συνειλημμένοι εὐθὺς καὶ ἀνακρινόμενοι, ὁμολογήσαντες τὸν φόνον ἐκολάσθησαν ''.
[da Plutarco]
Grazie!